Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
  2. ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.
  3. ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ
  4. Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ
  5. ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
  6. Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
  7. στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
  8. ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ