Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
  2. καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
  3. πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
  4. τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
  5. ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
  6. φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
  7. ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.
  8. ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ
  9. Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ
  10. ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
  11. Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
  12. στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
  13. ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
  14. ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
  15. κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
  16. τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο
  17. ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
  18. ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
  19. αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
  20. νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
  21. ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
  22. οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
  23. ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
  24. Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
  25. εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω
  26. ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
  27. αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
  28. ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
  29. αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα
  30. ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
  31. ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
  32. μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
  33. γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
  34. αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
  35. ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
  36. τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
  37. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
  38. ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί.
  39. Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·
  40. χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
  41. νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
  42. ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
  43. εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
  44. εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
  45. πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
  46. ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
  47. ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
  48. Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
  49. ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
  50. γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
  51. εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
  52. οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
  53. παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
  54. τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
  55. ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
  56. κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
  57. τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
  58. Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα
  59. Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
  60. οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
  61. ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
  62. τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
  63. τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
  64. πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
  65. τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
  66. αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
  67. ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
  68. τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
  69. χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
  70. ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
  71. Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
  72. νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  73. ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ
  74. ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
  75. νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
  76. ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
  77. δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
  78. ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·
  79. λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης
  80. φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
  81. ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
  82. οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
  83. ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
  84. ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες
  85. δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
  86. ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι.
  87. [τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,]
  88. προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι
  89. ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
  90. πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
  91. καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
  92. καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
  93. καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
  94. δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας.
  95. φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής,
  96. Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
  97. μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  98. τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
  99. ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω
  100. ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
  101. δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
  102. εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
  103. ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
  104. ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
  105. καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
  106. τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
  107. τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
  108. εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
  109. ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
  110. εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
  111. ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
  112. εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ
  113. ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
  114. τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
  115. ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
  116. εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,