Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
  2. ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
  3. δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
  4. νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
  5. τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
  6. τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
  7. ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
  8. ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων,
  9. ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
  10. τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
  11. ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν
  12. μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα