Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
  2. γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
  3. τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·
  4. πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
  5. ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα.
  6. ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
  7. Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
  8. ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
  9. δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
  10. νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
  11. τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
  12. τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
  13. ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
  14. ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων,
  15. ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
  16. τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
  17. ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν
  18. μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
  19. μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
  20. ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι
  21. βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
  22. ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο·
  23. ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
  24. τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
  25. δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
  26. ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
  27. [δωσέμεν, ἅς κʼ ἐθέλῃσθα] μετʼ ἀθανάτοισι θεοῖσι.
  28. [νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο
  29. [τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,
  30. [τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν.