Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
  2. κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων,
  3. σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
  4. μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι
  5. ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
  6. οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
  7. ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
  8. στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,