Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. [εἶπε δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα]
  2. καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
  3. τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·
  4. τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·
  5. εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς
  6. πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
  7. ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
  8. λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
  9. αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ
  10. ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν,
  11. ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
  12. ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
  13. ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
  14. ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
  15. ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,
  16. Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
  17. καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
  18. Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
  19. Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε
  20. καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
  21. καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ
  22. Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
  23. παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα,
  24. μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
  25. καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
  26. νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών.
  27. αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε
  28. χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων·
  29. βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
  30. πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
  31. ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.
  32. ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
  33. πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
  34. ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
  35. γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
  36. τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·
  37. πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
  38. ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα.
  39. ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
  40. Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
  41. ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
  42. δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
  43. νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
  44. τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
  45. τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.