Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
  2. ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
  3. κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων,
  4. σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
  5. μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι
  6. ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
  7. οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
  8. ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
  9. στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
  10. οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
  11. πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
  12. ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
  13. ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
  14. καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
  15. πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
  16. τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
  17. ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
  18. φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
  19. ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.
  20. ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ
  21. Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ
  22. ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
  23. Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
  24. στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
  25. ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
  26. ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
  27. κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
  28. τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο
  29. ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
  30. ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
  31. αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
  32. νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
  33. ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
  34. οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
  35. ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
  36. Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
  37. εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω
  38. ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
  39. αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
  40. ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
  41. αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα
  42. ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
  43. ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
  44. μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
  45. γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
  46. αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
  47. ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
  48. τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
  49. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
  50. ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί.
  51. Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·
  52. χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
  53. νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
  54. ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
  55. εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
  56. εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
  57. πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
  58. ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
  59. ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
  60. Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
  61. ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,