Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·]
  2. τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ]
  3. α[ἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς]
  4. παυομ[ένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·]
  5. τέκνον, μή ῥά τι μοι σ[ύ γε πάσσαο νέρθεν ἐοῦσα]
  6. βρώμης; ἐξαύδα, μ[ὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·]
  7. ὣς μὲν γάρ κεν ἐοῦσα π[αρὰ στυγεροῦ Ἀίδαο]
  8. καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]
  9. ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.
  10. εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπ[ὸ κεύθεσι γαίης]
  11. οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]
  12. τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ [ἄλλοις ἀθανά]τοισιν.
  13. ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδε[σιν] εἰαρινο[ῖσι]
  14. παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος
  15. αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις.
  16. [εἶπε δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα]
  17. καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
  18. τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·
  19. τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·
  20. εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς
  21. πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
  22. ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
  23. λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
  24. αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ
  25. ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν,
  26. ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
  27. ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
  28. ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
  29. ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
  30. ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,
  31. Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
  32. καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
  33. Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
  34. Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε
  35. καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
  36. καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ
  37. Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
  38. παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα,
  39. μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
  40. καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
  41. νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών.
  42. αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε
  43. χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων·
  44. βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
  45. πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
  46. ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.
  47. ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
  48. πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
  49. ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
  50. γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
  51. τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·
  52. πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
  53. ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα.
  54. ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
  55. Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
  56. ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
  57. δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
  58. νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
  59. τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
  60. τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
  61. ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
  62. ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων,
  63. ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
  64. τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
  65. ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν
  66. μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
  67. μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
  68. ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι
  69. βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
  70. ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο·
  71. ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
  72. τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
  73. δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
  74. ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
  75. [δωσέμεν, ἅς κʼ ἐθέλῃσθα] μετʼ ἀθανάτοισι θεοῖσι.
  76. [νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο
  77. [τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,
  78. [τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν.