Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς
  2. ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
  3. ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
  4. αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
  5. ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
  6. ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.