Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
  2. ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
  3. μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
  4. ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
  5. ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
  6. ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
  7. ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
  8. ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
  9. ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
  10. μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
  11. οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης,
  12. αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα