Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
  2. πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ
  3. ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν.
  4. ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
  5. Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
  6. Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
  7. ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
  8. ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς