Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
  2. ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα
  3. σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
  4. πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
  5. πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
  6. καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
  7. λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν
  8. καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας,
  9. εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.
  10. Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
  11. Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
  12. ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
  13. πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
  14. ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
  15. εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον
  16. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  17. Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
  18. ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.