Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
  2. τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος.
  3. αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
  4. βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
  5. ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
  6. μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.