Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
  2. αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
  3. ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
  4. ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
  5. οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
  6. τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος.
  7. αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
  8. βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ