Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι
  2. μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
  3. ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
  4. ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός·
  5. χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
  6. αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο