Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.
  2. ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ
  3. τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
  4. Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
  5. ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
  6. εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
  7. ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
  8. γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
  9. ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
  10. σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
  11. λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
  12. αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·