Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
  2. παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
  3. νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
  4. τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
  5. ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
  6. ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
  7. παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
  8. αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα.
  9. εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον