Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,
  2. Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
  3. κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν
  4. ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
  5. δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
  6. τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
  7. πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
  8. ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.