Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
  2. οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
  3. οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
  4. ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
  5. χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
  6. ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
  7. Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
  8. ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος,
  9. οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς]
  10. [ἠματίη μὲν γὰρ καλλιστέφανος] Δημήτηρ
  11. χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
  12. ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
  13. νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
  14. λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο,
  15. ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.
  16. καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε,
  17. εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
  18. νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
  19. σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
  20. δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
  21. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  22. τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
  23. κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
  24. ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων.
  25. τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
  26. παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
  27. χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
  28. ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς,
  29. καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν·
  30. νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο
  31. αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
  32. καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
  33. ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
  34. ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
  35. παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
  36. νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
  37. τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
  38. ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
  39. ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
  40. παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
  41. αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα.
  42. εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
  43. ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.
  44. ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ
  45. τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
  46. Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
  47. ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
  48. εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
  49. ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
  50. γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
  51. ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
  52. σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
  53. λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
  54. αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·
  55. βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,
  56. δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
  57. μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
  58. τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
  59. κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα
  60. παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
  61. ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι