Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
  2. καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·
  3. παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
  4. θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
  5. οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
  6. οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
  7. οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
  8. ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ