Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
- πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα
- πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν,
- μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
- ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
- τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
- πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
- πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ
- δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
- ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·
- δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
- ---τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
- χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων
- ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
- καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
- ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
- τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
- νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ.
- παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
- ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
- εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
- ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
- ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
- τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
- καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·
- παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
- θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
- οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
- οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
- οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
- ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
- χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
- ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
- Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
- ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος,
- οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς]
- [ἠματίη μὲν γὰρ καλλιστέφανος] Δημήτηρ
- χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
- ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
- νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
- λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο,
- ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.
- καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε,
- εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
- νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
- σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
- δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
- καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
- τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
- κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
- ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων.
- τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
- παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
- χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
- ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς,
- καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν·
- νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο
- αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
- καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
- ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
- ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
- παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
- νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
- τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
- ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
- ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
- παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
- αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα.
- εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
- ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.
- ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ
- τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
- Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
- ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
- εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
- ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
- γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
- ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
- σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
- λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
- αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·
- βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,
- δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
- μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
- τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
- κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα
- παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
- ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι
- μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
- ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
- ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός·
- χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
- αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
- δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν
- εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
- ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
- αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
- ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
- ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.