Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
  2. ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ,
  3. κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
  4. οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
  5. ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι†
  6. εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
  7. ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,
  8. Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
  9. κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν
  10. ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
  11. δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
  12. τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
  13. πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
  14. ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
  15. ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
  16. λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
  17. αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν
  18. ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,