Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
  2. τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
  3. εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
  4. ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
  5. ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
  6. ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα,
  7. πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα
  8. πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας.
  9. ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·