Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
  2. εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ
  3. ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
  4. τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
  5. ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
  6. εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
  7. ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
  8. ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
  9. ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
  10. πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
  11. ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
  12. ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα
  13. ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.
  14. αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
  15. ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
  16. ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
  17. ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
  18. ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
  19. τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
  20. κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
  21. ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ
  22. στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
  23. κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
  24. αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο,
  25. βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
  26. ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
  27. παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν
  28. ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
  29. κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
  30. τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
  31. εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
  32. ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
  33. ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
  34. ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα,
  35. πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα
  36. πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας.
  37. ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
  38. δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου,
  39. οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
  40. ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
  41. ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
  42. πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα
  43. πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν,
  44. μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
  45. ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
  46. τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
  47. πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
  48. πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ
  49. δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
  50. ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·
  51. δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
  52. ---τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
  53. χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων
  54. ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
  55. καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
  56. ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  57. τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
  58. νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ.
  59. παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
  60. ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
  61. εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,