Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
  2. τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
  3. χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
  4. ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
  5. Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
  6. νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  7. ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ
  8. ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
  9. νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες