Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα
  2. Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
  3. οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
  4. ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
  5. τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
  6. τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
  7. πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
  8. τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
  9. αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
  10. ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
  11. τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
  12. χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
  13. ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
  14. Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
  15. νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  16. ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ
  17. ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
  18. νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες