Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
- τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
- Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα
- Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
- οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
- ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
- τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
- τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
- πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
- τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
- αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
- ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
- τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
- χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
- ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
- Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
- νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
- ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ
- ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
- νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
- ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
- δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
- ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·
- λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης
- φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
- ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
- οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
- ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
- ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες
- δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
- ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι.
- [τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,]
- προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι
- ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
- πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
- καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
- καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
- καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
- δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας.
- φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής,
- Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
- μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
- τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
- ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω
- ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
- δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
- εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
- ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
- ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
- καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
- τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
- τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
- εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
- ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
- εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
- ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
- εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ
- ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
- τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
- ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
- εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,