Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
  2. ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
  3. κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
  4. τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
  5. Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα
  6. Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
  7. οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
  8. ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·