Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι
  2. ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
  3. τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·
  4. κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν
  5. γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
  6. ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω
  7. καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια
  8. Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
  9. ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.