Homer’s Epigrams

Homer

Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.

  1. χρήματα δ’ αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες
  2. ἥμενοι εἰν ἀγορῇ κόσμος λαοῖσιν[*](Ruhnken: τ’ ἄλλοισιν, Sources: The Contest of Homer adds the verse: λαὸς δ’ εἰν ἀγορῆσι καθήμενος εἰσοράασθαι.) ὁρᾶσθαι·
  3. αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι
  4. ἤματι χειμερίῳ, ὁπότ’ ἂν νίφῃσι Κρονίων.
  1. Εἰ μὲν δώσετε μισθὸν ἀείσω, ὦ κεραμῆες.
  2. δεῦρ᾽, ἄγ᾽, Ἀθηναίη καὶ ὑπέρσχεθε χεῖρα καμίνου.
  3. εὖ δὲ περανθεῖεν[*](Pollux: μελανθοῖεν, μελανθεῖεν, Life of Homer.) κότυλοι καὶ πάντα κάναστρα