Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
  2. οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας
  3. ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.
  4. φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
  5. ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν
  6. ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,
  7. ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·
  8. τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
  9. ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
  10. χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ
  11. σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
  12. ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
  13. ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς
  14. φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ