Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
  2. τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
  3. Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
  4. δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
  5. τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
  6. κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
  7. σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
  8. εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
  9. υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
  10. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  11. κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
  12. τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
  13. νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
  14. εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·