Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
  2. ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
  3. τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
  4. τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
  5. κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
  6. τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
  7. ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ
  8. γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
  9. Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,
  10. ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς
  11. ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
  12. ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
  13. κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
  14. ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν