Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
  2. καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
  3. ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
  4. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  5. ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,
  6. ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
  7. ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
  8. ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
  9. τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.
  10. ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
  11. κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
  12. αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
  13. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  14. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·