Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
  2. μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
  3. καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
  4. ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
  5. εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
  6. καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
  7. τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
  8. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  9. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
  10. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  11. ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
  12. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  13. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  14. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον