Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
- ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,
- τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
- ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
- τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες
- ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
- ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
- ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων
- ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
- Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
- ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων
- ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·
- τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ
- ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
- ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·
- ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,
- ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·
- οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
- πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
- οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,