Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
  2. χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·
  3. τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
  4. οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
  5. τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,
  6. καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
  7. Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
  8. τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·
  9. οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων
  10. ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.
  11. Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
  12. Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
  13. Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
  14. τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  15. αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε
  16. μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·
  17. εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
  18. νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.
  19. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι
  20. δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,