Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὐκ ἠγόρευον ταῦτʼ ἐγώ;
- μέθες χεροῖν
- τὴν παῖδα θᾶσσον.
- μὴ ʼπίτασσʼ ἃ μὴ κρατεῖς.
- χαλᾶν λέγω σοι.
- σοὶ δʼ ἔγωγʼ ὁδοιπορεῖν.
- πρόβαθʼ ὧδε, βᾶτε βᾶτʼ, ἔντοποι·
- πόλις ἐναίρεται, πόλις ἐμά, σθένει· πρόβαθʼ ὧδέ μοι.
- ἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι.
- ποῦ, τέκνον, εἴ μοι;
- πρὸς βίαν πορεύομαι.
- ὄρεξον, ὦ παῖ, χεῖρας.
- ἀλλʼ οὐδὲν σθένω.
- οὐκ ἄξεθʼ ὑμεῖς;
- ὦ τάλας ἐγώ, τάλας.