Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- θάρσει τὸ τοῦδέ γʼ ἀνδρός· οὔ σε μὴ προδῶ.
- οὔτοι σʼ ὑφʼ ὅρκου γʼ ὡς κακὸν πιστώσομαι.
- οὔκουν πέρα γʼ ἂν οὐδὲν ἢ λόγῳ φέροις.
- πῶς οὖν ποήσεις;
- τοῦ μάλιστʼ ὄκνος σʼ ἔχει;
- ἥξουσιν ἄνδρες
- ἀλλὰ τοῖσδʼ ἔσται μέλον.
- ὅρα με λείπων
- μὴ δίδασχʼ ἃ χρή με δρᾶν.
- ὀκνοῦντʼ ἀνάγκη.
- τοὐμὸν οὐκ ὀκνεῖ κέαρ.
- οὐκ οἶσθʼ ἀπειλὰς
- οἶδʼ ἐγώ σε μή τινα
- ἐνθένδʼ ἀπάξοντʼ ἄνδρα πρὸς βίαν ἐμοῦ.
- πολλαὶ δʼ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη