Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- πρὸς δίκας τι.
- τί γάρ;
- ἐγὼ φράσω.
- καὶ γὰρ ἄν, οὓς ἐφόνευσʼ, ἔμʼ ἀπώλεσαν·
- νόμῳ δὲ καθαρός, ἄϊδρις εἰς τόδʼ ἦλθον.
- καὶ μὴν ἄναξ ὅδʼ ἡμὶν Αἰγέως γόνος
- Θησεὺς κατʼ ὀμφὴν σὴν ἐφʼ ἁστάλη πάρα.
- πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ
- τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς
- ἔγνωκά σʼ, ὦ παῖ Λαΐου, τανῦν θʼ ὁδοῖς
- ἐν ταῖσδʼ ἀκούων μᾶλλον ἐξεπίσταμαι.
- σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα
- δηλοῦτον ἡμῖν ὄνθʼ ὃς εἶ, καί σʼ οἰκτίσας
- θέλω ʼπερέσθαι, δύσμορʼ Οἰδίπους, τίνα
- πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τʼ ἔχων,