Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.
- ἡμεῖς ἄρʼ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
- πῶς τοῦτʼ ἔλεξας; οὐ κάτοιδʼ ὅπως λέγεις.
- ἁνὴρ ἐκεῖνος, ἡνίκʼ ἦν ἐν τῇ νόσῳ,
- αὐτὸς μὲν ἥδεθʼ οἷσιν εἴχετʼ ἐν κακοῖς,
- ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·
- νῦν δʼ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
- κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ
- ἡμεῖς θʼ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
- ἆρʼ ἔστι ταῦτα δὶς τόσʼ ἐξ ἁπλῶν κακά;
- ξύμφημι δή σοι καὶ δέδοικα μὴ ʼκ θεοῦ
- πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος
- μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;
- ὡς ὧδʼ ἐχόντων τῶνδʼ ἐπίστασθαί σε χρή.
- τίς γάρ ποτʼ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
- δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.