Trapeziticus

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.

ὅτι μὲν τοίνυν συνθήκας δʼ ἐποιησάμεθʼ οὐχ ὡς Πασίων ἐπιχειρήσει λέγειν, ἀλλʼ ὡς ἐγὼ πρὸς ὑμᾶς εἴρηκα, ἱκανῶς ἐπιδεδεῖχθαι νομίζω. οὐκ ἄξιον δὲ θαυμάζειν, ὦ ἄνδρες δικασταί, εἰ τὸ γραμματεῖον διέφθειρεν, οὐ μόνον διὰ τοῦτο, ὅτι πολλὰ τοιαῦτʼ ἤδη γέγονεν, ἀλλʼ ὅτι καὶ τῶν χρωμένων τινὲς Πασίωνι πολὺ δεινότερα τούτων πεποιήκασι. Πυθόδωρον γὰρ τὸν σκηνίτην καλούμενον, ὃς ὑπὲρ Πασίωνος ἅπαντα καὶ λέγει καὶ πράττει, τίς οὐκ οἶδεν ὑμῶν πέρυσιν ἀνοίξαντα τὰς ὑδρίας καὶ τοὺς κριτὰς ἐξελόντα τοὺς ὑπὸ τῆς βουλῆς εἰσβληθέντας;

καίτοι ὅστις ἕνεκα καὶ περὶ τοῦ σώματος κινδυνεύων ταύτας ὑπανοίγειν ἐτόλμησεν, αἳ σεσημασμέναι μὲν ἦσαν ὑπὸ τῶν χορηγῶν, ἐφυλάττοντο δʼ ὑπὸ τῶν ταμιῶν, ἔκειντο δʼ ἐν ἀκροπόλει, τί δεῖ θαυμάζειν, εἰ γραμματείδιον παρʼ ἀνθρώπῳ ξένῳ κείμενον τοσαῦτα μέλλοντες χρήματα κερδαίνειν μετέγραψαν, ἢ τοὺς παῖδας αὐτοῦ πείσαντες ἢ ἄλλῳ τρόπῳ, ᾧ ἠδύναντο, μηχανησάμενοι; περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν.