Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.
διόπερ συνιοῦσι καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς ἂν εὐλόγως φθονήσαι νοῦν ἔχων, κατὰ τοὺς Ἀλέξιδος Ταραντίνους,
οἳ τῶν πέλας οὐδέν’ ἀδικοῦμεν οὐδέν. ἆρ’ οὐκ οἶσθ’ ὅτι τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν ὄνομ’ ἐστίν, ὑποκόρισμα τῆς ἀνθρωπίνης μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς φήσει με κρίνειν, οὐκ ἔχοιμ’ ἄν σοι φράσαι· ἔγνωκα δ’ οὖν οὕτως ἐπισκοπούμενος εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως, ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεὶ τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ’ ὃ δὴ ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον τοῦτον ὃν ἀφεῖται, καὶ Τύχης ἐράνου τινός, πανηγυρίσας ἥδιστ’ ἀπῆλθεν οἴκαδε.καὶ κατὰ τὴν καλὴν οὖν Σαπφὼ ·ἐλθέ, Κύπρι, χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς συμμεμιγμένον θαλίαισι νέκταρ οἰνοχοοῦσατούτοις τοῖς ἑταίροις ἐμοῖς τε καὶ σοῖς.
πρὸς οὓς λεκτέον ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ
Λακεδαιμονίων Πολιτείᾳ διὰ τούτων· ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δὲ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ’ αὑτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος ὅσον ἂν ἀποπίῃ. τοῦ δ’ ἐπιδέξια πίνειν μνημονεύει καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις οὕτως ιτίνα δὴ παρεσκευασμένοι πίνειν τρόπον ἐστὲ νυνί, λέγεθ᾽. β. ὅντινα τρόπον ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ. α. βούλεσθε δήπου τὸν ἐπιδέξι᾽, ὦ πάτερ, λέγειν ἐπὶ τῷ πίνοντι. β. τὸν ἐπιδέξια λέγειν; Ἄπολλον, ὡσπερεὶ τεθνηκότι.
παραιτητέον δ’ ἡμῖν τὰ κεράμεα ποτήρια, καὶ γὰρ Κτησίας ᾽ παρὰ Πέρσαις φησίν, ᾽ ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμέοις ποτηρίοις ὁ χρῆται Χοιρίλος δ’ ὁ ἐποποιός φησι·
χερσὶν ἔχω κολοβὸν κύλικος τρύφος ἀμφὶς ἐαγός, ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷά τε πολλὰ πνεῦμα Διωνύσοιο πρὸς Ὕβριος ἔκβαλεν ἀκτάς.ἐγὼ δ’ εὖ οἶδα ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα ἐκπώματα, ὡς καὶ τὰ παρ’ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα· μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης ᾽ αἱ Ῥοδιακαί φησί, ᾽ προσαγορευόμεναι χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν. σμύρνης γὰρ καὶ σχοίνου καὶ τῶν τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν κἀν ἄλλῳ δὲ μέρει φησὶν ᾽ αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχοίνου, ἀνήθου, κρόκου, βαλσάμου, ἀμώμου, κινναμώμου συνεψηθέντων· ἀφ’ ὧν τὸ γινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω μέθας ἵστησιν ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον.᾽
οὐ δεῖ οὖν ἡμᾶς ἐκμανῶς πίνειν ἀποβλέποντας εἰς τὸ πλῆθος τῶν καλῶν τούτων καὶ παντοδαπῶν κατὰ τὰς τέχνας ἐκπωμάτων. τὴν δὲ μανίαν τοὺς πολλούς φησιν ὁ Χρύσιππος ἐν τῇ Εἰσαγωγῇ, τῇ περὶ ἀγαθῶν καὶ κακῶν Πραγματείᾳ, τοῖς πλείστοις προσάπτειν. καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δ’ ὀρτυγομανίαν. ‘τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς καὶ τοὺς φιλόρνιθας ὀρνιθομανεῖς, τὸ αὐτὸ σημαινόντων τῶν ὀνομάτων τούτων, ὥστε καὶ τὰ
λοιπὰ μὴ ἀλλοτρίως καλεῖσθαι τὸν τρόπον τοῦτον, καὶ γὰρ ὁ φίλοψος καὶ ὁ ὀψοφάγος οἷον ὀψομανής ἐστι καὶ ὁ φίλοινος οἰνομανὴς καὶ ὡσαύτως ἐπὶ τῶν ὁμοίων, οὐκ ἀλλοτρίως τῆς μανίας κειμένης ἐπ’ αὐτοῖς ὡς ἁμαρτάνουσι μανικῶς καὶ τῆς ἀληθείας ἐπὶ πλεῖον ἀπαρτωμένοις.’
ἡμεῖς οὖν, ὡς καὶ παρἈθηναίοις ἐγίνετο, ἅμα ἀκροώμενοι τῶν γελωτοποιῶν τούτων καὶ μίμων, ἔτι δὲ τῶν ἄλλων τεχνιτῶν ὑποπίνωμεν. λέγει δὲ περὶ τούτων ὁ Φιλόχορος οὑτωσί· ᾽ Ἀθηναῖοι τοῖς Διονυσιακοῖς ἀγῶσι τὸ μὲν πρῶτον ἠριστηκότες καὶ πεπωκότες ἐβάδιζον ἐπὶ τὴν θέαν καὶ ἐστεφανωμένοι ἐθεώρουν, παρὰ δὲ τὸν ἀγῶνα πάντα οἶνος αὐτοῖς ᾠνοχοεῖτο καὶ τραγήματα παρεφέρετο, καὶ τοῖς χοροῖς εἰσιοῦσιν ἐνέχεον πίνειν καὶ διηγωνισμένοις ὅτ’ ἐξεπορεύοντο ἐνέχεον πάλιν μαρτυρεῖν δὲ τούτοις καὶ Φερεκράτη τὸν κωμικόν, ὅτι μέχρι τῆς καθ’ ἑαυτὸν ἡλικίας οὐκ ἀσίτους εἶναι τοὺς θεωροῦντας.᾽ Φανόδημος δὲ πρὸς τῷ ἱερῷ φησι τοῦ ἐν Λίμναις Διονύσου τὸ γλεῦκος φέροντας τοὺς Ἀθηναίους ἐκ τῶν πίθων τῷ θεῷ κιρνάναι, εἶτ’ αὐτοὺς προσφέρεσθαι· ὅθεν καὶ Λιμναῖον κληθῆναι τὸν Διόνυσον, ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι τότε πρῶτον ἐπόθη κεκραμένον. διόπερ ὀνομασθῆναι τὰς Νύμφας καὶ τιθήνας τοῦ Διονύσου, ὅτι τὸν
οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον. ἡσθέντες οὖν τῇ κράσει ἐν ᾠδαῖς ἔμελπον τὸν Διόνυσον, χορεύοντες καὶ ἀνακαλοῦντες Εὐανθῆ καὶ Διθύραμβον καὶ Βακχευτὰν καὶ Βρόμιον. καὶ [ Θεόφραστος δ’ ἐν τῷ περὶ Μέθης φησὶν ὅτι ᾽ τοῦ Διονύσου τροφοὶ αἱ Νύμφαι κατ’ ἀλήθειαν. αἱ γὰρ ἄμπελοι πλεῖστον ὑγρὸν χέουσι τεμνόμεναι καὶ κατὰ φύσιν δακρύουσι. διόπερ καὶ Εὐριπίδης ἕνα τῶν τοῦ Ἡλίου ἵππων φησὶν εἶναιΒακχίου φιλανθέος αἴθοπα πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς· ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.καὶ Ὀδυσσεὺς ὤπασενμελιηδέα οἶνον ἐρυθρόν, ἓν δέπας ἐμπλήσας, ὕδατος δ’ ἀνὰ εἴκοσι μέτρα χεῦ’· ὀδμὴ δ’ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει.Τιμόθεος δ’ ἐν Κύκλωπι·ἔγχευε δὲ ἓν μὲν δέπας κίσσινον μελαίνας σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον εἴκοσιν δὲ μέτρ’ ἐνέχευ᾽, ἀνέμισγε δ’ αἷμα Βακχίου νεορρύτοισι δακρύοισι Νυμφᾶν.
οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ τε καὶ χρυσᾶ. ὧν εἷς ἐστι καὶ Πυθέας ὁ Ἀρκὰς ἐκ Φιγαλείας, ὃς καὶ ἀποθνῄσκων οὐκ ὤκνησεν ὑποθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε· Πυθέα μνῆμα τόδ’ ἔστ᾽, ἀγαθοῦ καὶ σώφρονος ἀνδρός,ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιονἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ,τῶν προτέρων πάντων πλείονα πασάμενος.τοῦτο δ’ ἱστορεῖ Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων. Ξενοφῶν δ’ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγων γράφει καὶ ταῦτα· ᾽ καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσιν, τούτῳ καλλωπίζονται· ἢν δ’ ἐξ ἀδίκων φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν τούτῳ αἰσχύνονται. πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια· ὁ δὲ Οἰδίπους δι’ ἐκπώματα τοῖς υἱοῖς κατηράσατο, ὡς ὁ τὴν κυκλικὴν Θηβαίδα πεποιηκώς φησιν, ὅτι αὐτῷ παρέθηκαν ἔκπωμα ὃ ἀπηγορεύκει, λέγων οὕτως·αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν ἀργυρέην Κάδμοιο θεόφρονος αὐτὰρ ἔπειτα χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου, αὐτὰρ ὅ γ’ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο τιμήεντα γέρα, μέγα οἱ κακὸν ἔμπεσε θυμῷ, αἶψα δὲ παισὶν ἑοῖσι μετ᾽ ἀμφοτέροισιν ἐπαρὰς ἀργαλέας ἠρᾶτο θεῶν δ’ οὐ λάνθαν’ Ἐρινύν, ὡς οὒ οἱ πατρώι’ ἐνηέι ἐν φιλότητι δάσσαιντ᾽, ἀμφοτέροισι δ’ αἰεὶ πόλεμοί τε μάχαι τε --- Καικίλιος
δὲ ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς ἐν τῷπερὶ Ἱστορίας Ἀγαθοκλέα φησὶ τὸν τύραννον ἐκπώματα χρυσᾶ ἐπιδεικνύντα τοῖς ἑταίροις φάσκειν, ἐξ ὧν ἐκεράμευσε κατεσκευακέναι ταῦτα. ὁ δὲ παρὰ Σοφοκλεῖ ἐν τοῖς Λαρισαίοις Ἀκρίσιος καὶ αὐτὸς ἐκπώματα ὅσα πλεῖστα εἶχεν, ὥς φησιν ὁ τραγικόςπολὺν δ’ ἀγῶνα πάγξενον κηρύσσεται, χαλκηλάτους λέβητας ἐκτιθεὶς φέρειν καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα ἐκπώματ᾽, εἰς ἀριθμὸν ἑξήκοντα δίς.Ποσειδώνιος δ’ ἐν ι ς τῶν Ἱστοριῶν Λυσίμαχόν φησι τὸν Βαβυλώνιον, καλέσαντα ἐπὶ δεῖπνον Ἵμερον τὸν τυραννήσαντα οὐ μόνον Βαβυλωνίων ἀλλὰ καὶ Σελευκέων μετὰ τριακοσίων, μετὰ τὸ τὰς τραπέζας ἀρθῆναι τετράμνουν ἑκάστῳ τῶν τριακοσίων ἔκπωμα δοῦναι ἀργυροῦν, καὶ σπονδοποιησάμενον προπιεῖν ἅμα πᾶσιν καὶ ἀποφέρεσθαι ἔδωκε τὰ ποτήρια. Ἀντικλείδης δ’ ὁ Ἀθηναῖος ἐν τῷ ς Νόστων περὶ Γρᾶ - διηγούμενος τοῦ τὴν ἀποικίαν εἰς Λέσβον στείλαντος σὺν ἄλλοις βασιλεῦσι, καὶ ὅτι χρησμὸς ἦν αὐτοῖς δηλώσας καθεῖναι διαπλέοντας τῷ Ποσειδῶνι εἰς τὸ πέλαγος παρθένον, γράφει καὶ ταῦτα· ᾽ μυθολογοῦσι, δὲ τῶν ἐν Μηθύμνῃ τινὲς περὶ τῆς ἀφεθείσης εἰς τὴν θάλασσαν παρθένου καὶ φασὶν ἐρασθέντα αὐτῆς τῶν ἡγεμόνων τινά, ᾧ ἦν τοὔνομα Ἔναλος, ἐκκολυμβῆσαι βουλόμενον ἀνασῶσαι τὴν παιδίσκην. τότε μὲν οὖν ὑπὸ κύματος αὐτοὺς ἀμφοτέρους κρυφθέντας ἀφανεῖς γενέσθαι, χρόνῳ δ’ ὕστερον ἤδη τῆς Μηθύμνης οἰκουμένης παραγενέσθαι τὸν Ἔναλον καὶ διηγεῖσθαι τὸν τρόπον, καὶ ὅτι ἡ μὲν παρθένος παρὰ ταῖς Νηρῇσι διέτριβεν, αὐτὸς δὲ τὰς τοῦ Ποσειδῶνος ἔβοσκεν ἵππους· καὶ ποτε κύματος· ἐπιφερομένου μεγάλου συγκολυμβήσαντα αὐτὸν ἐκβῆναι ἔχοντα κύπελλον χρυσοῦ οὕτω θαυμασίου ὡς τὸν παρ᾽· αὐτοῖς αὐτῷ παραβαλλόμενον οὐδὲν διάφορον εἶναι χαλκοῦ.᾽
τιμιώτατον δ’ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεύς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας,
οὐδέ τις ἄλλος οὔτ’ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ οὔτε τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διί.καὶ ὁ Πρίαμος δὲ τόν υἱόν λυτρούμενος τοῖς ἐπισημοτάτοις κειμηλίοις καὶ δέπας δίδωσι περικαλλές. αὐτός γε μήν ὁ Ζεύς τῆς Ἡρακλέους γενέσεως ἄξιον ἡγεῖται δῶρον Ἀλκμήνῃ δοθῆναι ποτήριον, ὅπερ Ἀμφιτρύωνι εἰκασθεὶς δίδωσιν,
ἁ δ’ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψαποτήριον. τὸν δὲ Ἥλιον ὁ Στησίχορος ποτηρίῳ διαπλεῖν φησι τὸν ᾽ Ὠκεανόν, ᾧ καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. οἴδαμεν δὲ καὶ τὸ Βαθυκλέους τοῦ Ἀρκάδος ποτήριον, ὃ σοφίας ἆθλον ὁ Βαθυκλῆς τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων ζ σοφῶν ἀπέλιπε. τὸ δὲ Νέστορος ποτήριον πολλοὶ κεραμεύουσι· πλεῖστοι γὰρ περὶ αὐτοῦ συνεγράψαντο. καὶ θεοφιλὲς δὲ τὸ ποτήριον
χρυσέοιςγοῦν
δεπάεσσιν ἀλλήλουςδεξιοῦνται. ἐλευθέριον δέ, φησί, καὶ ἐμμελῶς ἐν οἴνῳ διάγειν, μὴ κωθωνιζόμενον μηδὲ Θρᾳκίῳ νόμῳ ἄμυστιν οἰνοποτεῖν, ἀλλὰ τῷ πόματι φάρμακον ὑγείας ἐγκιρνάναι τὸν λόγον.