Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
μετὰ ταῦτα περιενεχθεισῶν ὀρνίθων τε ὀπτῶν
Χαμαιλέων ὁ Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαίας κωμῳδίας (fr. 18 Koepke) ‘Ἡγήμων ὁ Θάσιος ὁ τὰς παρῳδίας γράψας Φακῆ ἐπεκαλεῖτο καὶ ἐποίησεν ἔν τινι τῶν παρῳδιῶν·
εἰσῆλθε δέ ποτε καὶ εἰς τὸ θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε·
- ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη,
- χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον·
- δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει ᾽ς τὸν ἀγῶνα.
- καὶ τότ’ ἐγὼ θάρσησα.
εὐδοκίμει δ’ ὁ ἀνὴρ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως καὶ ὑποκριτικῶς καὶ διὰ ταῦτα σφόδρα παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμει. ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν γενομένων περὶ Σικελίαν ἀτυχημάτων. οὐδεὶς ἀπέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δ᾽, ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ· διέμειναν δ’ ἀκροώμενοι καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. καθ’ ὃν δὲ χρόνον θαλασσοκρατοῦντες Ἀθηναῖοι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς τὰς Ἀθήνας. ὃ δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας προσῆλθε μετ’ αὐτῶν Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὃ δὲ
- λίθοι μὲν οἵδε· βαλλέτω δ’ εἴ τις θέλει·
- ἀγαθὸν δὲ κἀν χειμῶνι κἀν θέρει φακῆ.
αὕτη παρ’ ἡμῶν, Οὐλπιανέ, ἡ βαλλητύς. σὺ δ’ ὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι.’ καὶ ὁ Οὐλπιανός· ‘ἀλλά με ἀνέμνησας, καλὲ Δημόκριτε, μνησθεὶς χύτρας ποθοῦντα μαθεῖν πολλάκις τίς ἡ Τηλεμάχου καλουμένη χύτρα καὶ τίς ὁ Τηλέμαχος.’ καὶ ὁ Δημόκριτος ἔφη· ‘Τιμοκλῆς ὁ τῆς κωμῳδίας ποιητὴς (ἦν δὲ καὶ τραγῳδίας) ἐν μὲν δράματι Λήθῃ φησί (II 461 K)·
ὅτι δὲ καὶ τῶν δήμων Ἀχαρνεὺς ὁ Τηλέμαχος ὁ αὐτὸς ποιητής φησιν ἐν Διονύσῳ οὕτως (II 454 K)·
- μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε.
- καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ
- ἔπειτα ‘χρῆσόν μοι σύ, φησί, τὰς χύτρας,
- ἐν αἷσιν ἕψεις τοὺς κυάμους.’ καὶ ταῦτά γε
- ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν
- τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν
- ἐπόππυσ᾽, εἶτ’ ἐκέλευσε πέμπειν σαργάνας.
ἐν δ’ Ἰκαρίοις σατύροις φησίν (II 459 K)·
- ὁ δ’ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ.
- οὗτος δ’ ἔοικε τοῖς νεωνήτοις Σύροις.
- Β. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι.
- Α. θανατηγὸν καλὴν χύτραν φέρει.
ἐκ τούτων δῆλόν ἐστιν ὅτι Τηλέμαχος κυάμων χύτρας ἀεὶ σιτούμενος ἦγε Πυανέψια πορδὴν ἑορτήν.
- ὥστ’ ἔχειν οὐδὲν παρ’ ἡμῖν. νυκτερεύσας δ’ ἀθλίως
- πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος
- βδέων
- παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθ’ ὁ λιμὸς ἥπτετο.
- ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ
- οὐδ’ ἐκεῖνος οὐθὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν
- δραμὼν
- Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν
- ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ’ ὄνος ἡμᾶς
- ὡς ὁρᾷ,
- ..... ὁ Κηφισόδωρος περὶ τὸ βῆμ᾽, ἐπέρδετο.
ἔτνους δὲ κυαμίνου μνημονεύει Ἡνίοχος ὁ κωμικὸς ἐν Τροχίλῳ λέγων οὕτως (II 432)·
- πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς,
- ὅσῳ διαφέρει σῦκα καρδάμων. σὺ δὲ
- Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι;
- Β. καὶ πρᾶγμά γ᾽ ἠρώτα με δυστράπελον πάνυ,
- ἔχον δὲ πολλὰς φροντίδων διεξόδους.
- Α. λέγ’ αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιόν ἐστ’ ἴσως.
- Β. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα
- φυσᾷ, τὸ δὲ πῦρ οὔ. Α. χάριεν οἷς γινώσκεται
- τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ’ ἀεί ποτε
v.2.p.390- περὶ τοὺς κυάμους ἔσθ’ οὗτος ὁ σοφιστὴς γέλως.
τοιούτων οὖν πολλάκις λεγομένων ὕδωρ ἐφέρετο κατὰ χειρῶν. καὶ πάλιν ὁ Οὐλπιανὸς ἐζήτει εἰ τὸ χέρνιβον εἴρηται, καθάπερ ἡμεῖς λέγομεν ἐν τῇ συνηθείᾳ. καί τις αὐτῷ ἀπήντησεν λέγων τὸ ἐν Ἰλιάδι · Il. 24.302
Ἀττικοὶ δὲ χερνίβιον λέγουσιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀλκιβιάδου λέγων οὕτως (i. e. Andoc. 29)· ‘τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις.’ χειρόνιπτρον δ᾽ Εὔπολις ἐν Δήμοις (I 289 K)·
- ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν’ ὁ γεραιὸς
- χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη
- χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα.
Ἐπίχαρμος δ’ ἐν Θεαροῖς εἴρηκε χειρόνιβα διὰ τούτων (p. 242 L)·
- κἄν τις τύχῃ πρῶτος δραμὼν εἴληφε χειρόνιπτρον·
- ἀνὴρ δ’ ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης
- νικᾷ τε πάντασ χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον.
ἡ πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἴωθε λέγειν, ὡς Εὔπολις ἐν Χρυσῷ γένει καὶ Ἀμειψίας Σφενδόνῃ Ἀλκαῖός τε ἐν Ἱερῷ γάμῳ. πλεῖστον δ’ ἐστὶ τοῦτο. Φιλύλλιος δὲ ἐν Αὔγῃ κατὰ χειρῶν εἴρηκεν οὕτως (I 782 K)·
- κιθάρα, τρίποδες, ἅρματα, τράπεζαι χαλκίαι,
- χειρόνιβα, λοιβάσια, λέβητες χαλκίοι.
Μένανδρος Ὑδρίᾳ (IV 208 M)·
- καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλ’ ἀφαιρεῖν
- ὥρα ᾽στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι,
v.2.p.391- ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.
- οἳ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι φίλτατοι.
Ἀριστοφάνης δὲ ὁ γραμματικὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας (p. 251 N) χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρὸς καὶ τοῦ ἀπονίψασθαι. παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρὸς, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. ἔοικε δ’ ὁ γραμματικὸς τοῦτο πεφυλαχέναι παρὰ τοῖς Ἀττικοῖς, ἐπεί τοι Ὅμηρός πῃ μέν φησι Od. 1.138
πῂ δέ· Od. 1.146
- νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
καὶ Σώφρων ἐν γυναικείοις (fr. 23 Bo)· ‘τάλαινα Κοικόα, κατὰ χειρὸς δοῦσα ἀπόδος πόχ’ ἁμῖν τὰν τράπεζαν.’ παρὰ μέντοι τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς παροξυτόνως ἀνέγνωσται χερνίβα· παρ’ Εὐριπίδῃ ἐν Ἡρακλεῖ (929)·
- τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
- σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι.
ἀλλὰ καὶ παρ’ Εὐπόλιδι ἐν Αἰξίν (I 262 K)·
- εἰς χερνίβ’ ὡς βάψειεν Ἀλκμήνης γόνος.
ἐστὶ δὲ ὕδωρ εἰς ὃ ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφ’ οὗ τὴν θυσίαν ἐπετέλουν· καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ παρακειμένου
- αὐτοῦ τὴν χερνίβα παύσεις.
ἐχρῶντο δ’ εἰς τὰς χεῖρας ἀποπλύνοντες αὐτὰς καὶ σμήματι ἀπορύψεως χάριν, ὡς παρίστησιν Ἀντιφάνης ἐν Κωρύκῳ (II 67 K)·
ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο τὰς ἀπομαγδαλίας ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ (fr. 77 Pr). περὶ δὲ τοῦ εὐώδεσι χρίεσθαι τὰς χεῖρας Ἐπιγένης ἢ Ἀντιφάνης φησὶν ἐν Ἀργυρίου ἀφανισμῷ οὕτως (II 26 K)·
- ἐν ὅσῳ δ’ ἀκροῶμαί σου κέλευσόν μοί τινα
- φέρειν ἀπονίψασθαι. Β. δότω τις δεῦρ’ ὕδωρ
- καὶ σμῆμα.
καὶ Φιλόξενος δ’ ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν (fr. 2, 39 B)·
- καὶ τότε
- περιπατήσεις κἀπονίψει κατὰ τρόπον
- τὰς χεῖρας εὐώδη λαβὼν τὴν γῆν.
Δρόμων δ’ ἐν Ψαλτρίᾳ (II 419 K)·
- ἔπειτα δὲ παῖδες νίπτρ’ ἔδοσαν κατὰ χειρῶν,
v.2.p.393- σμήμασιν ἰρινομίκτοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες
- τόσσον ὅσον τις ἔχρῃζ᾽, ἐκτρίμματά τε ....
- λαμπρὰ
- σινδονυφῆ, δίδοσαν δὲ χρίματά τ᾽ ἀμβροσίοδμα
- καὶ στεφάνους ἰοθαλέας.
- ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες,
- ..... περιεῖλε τὰς τραπέζας, νίμματα
- ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν
- τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα.
ἐκάλουν δ’ ἀπόνιπτρον τὸ ἀπόνιμμα τῶν χειρῶν καὶ τῶν ποδῶν. Ἀριστοφάνης (Ach. 616)·
ἴσως δὲ καὶ τὴν λεκάνην οὕτως ἔλεγον, ἐν ᾧ τρόπῳ καὶ χειρόνιπτρον. ἰδίως δὲ καλεῖται παρ’ Ἀθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων, ὡς καὶ Κλείδημος ἐν τῷ ἐπιγραφομένῳ Ἐξηγητικῷ. προθεὶς γὰρ περὶ ἐναγισμῶν γράφει τάδε (FHG I 363)· ‘ὄρυξαι βόθυνον πρὸς ἑσπέραν τοῦ σήματος. ἔπειτα παρὰ τὸν βόθυνον πρὸς ἑσπέραν βλέπε, ὕδωρ κατάχεε λέγων τάδε· ὑμῖν ἀπόνιμμα οἷς χρὴ καὶ οἷς θέμις. ἔπειτα αὖθις μύρον κατάχεε.’ παρέθετο ταῦτα καὶ Δωρόθεος, φάσκων καὶ ἐν τοῖς τῶν Εὐπατριδῶν πατρίοις τάδε
- ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας.
χειρόμακτρον δὲ καλεῖται ᾧ τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ· ὅπερ ἐν τοῖς προκειμένοις (p. 409e) Φιλόξενος ὁ Κυθήριος ὠνόμασεν ἔκτριμμα. Ἀριστοφάνης Ταγηνισταῖς (I 521 K)·
σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρὸς ἔλεγον, οὐχ ὡς Ἀριστοφάνης ὁ γραμματικός φησιν ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ χειρὸς ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι (supra p. 408f). Σοφοκλῆς Οἰνομάῳ (fr. 429)·
- φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ,
- παράπεμπε τὸ χειρόμακτρον.
καὶ Ἡρόδοτος ἐν δευτέρᾳ (c. 122). Ξενοφῶν δ’ ἐν αʹ Παιδείας γράφει (3, 5)· ‘ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρῃ τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι κατάπλεά σοι ἀπ’ αὐτῶν ἐγένετο.’ Πολέμων δ’ ἐν ἕκτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι (fr. 62 Pr). Δημόνικος δ’ ἐν τῷ Ἀχελωνίῳ τὸ πρὸ τοῦ δείπνου κατὰ χειρός φησι διὰ τούτων (IV 570 M)·
- σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος.
ὠμολίνου δὲ μέμνηται Κρατῖνος ἐν Ἀρχιλόχοις (I 14 K)· ‘ὠμολίνοις κόμη βρύουσ’ ἀτιμίας πλέως.’ Σαπφὼ δ’ ὅταν λέγῃ ἐν τῷ πέμπτῳ τῶν μελῶν πρὸς τὴν Ἀφροδίτην (fr. 44 B)·
- ἐσπουδάκει δ’ ἕκαστος ὡς ἂν ἑστιῶν
- ἅμα τ’ ὀξύπεινον ἄνδρα καὶ Βοιώτιον.
- τὸ γοῦν κατὰ χειρὸς περιέγραψ᾽, εἴπας ὅτι
- μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν.
v.2.p.395
κόσμον λέγει κεφαλῆς τὰ χειρόμακτρα, ὡς καὶ Ἑκαταῖος δηλοῖ ἢ ὁ γεγραφὼς τὰς περιηγήσεις ἐν τῇ Ἀσίᾳ ἐπιγραφομένῃ (FHG I 25)· ‘γυναῖκες δ’ ἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτρα.’ Ἡρόδοτος δ’ ἐν τῇ βʹ φησί (c. 122)· ‘μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω εἰς ὃν οἱ Ἕλληνες Ἅιδην νομίζουσι κἀκεῖθι συγκυβεύειν τῇ Δήμητρι, καὶ τὰ μὲν νικᾶν αὐτήν, τὰ δὲ ἑσσοῦσθαι ὑπ’ αὐτῆς· καί μιν πάλιν ἀναφικέσθαι δῶρον ἔχοντα παρ’ αὐτῆς χειρόμακτρον χρύσεον.’
- χειρόμακτρα δὲ καγγονων
- πορφύρᾳ καταυταμενἀτατι
- Μνᾶσις πέμψ’ ἀπὺ Φωκάας
- δῶρα τίμια καγγόνων,