Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

παρῆσαν δὲ πολλάκις ἡμῖν καὶ οἱ καλούμενοι ΠΑΡΑΣΤΑΤΑΙ, ὧν μνημονεύει Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καὶ Σιμάριστος ἐν γʹ Συνωνύμων καὶ τετάρτῳ. εἰσὶ δ’ οἱ ὄρχεις οὕτω καλούμενοι.

συγκεκνισωμένων δέ τινων κρεῶν ζωμῷ καὶ παραφερομένων ἐπεί τις ἔφη ‘τῶν ΠΝΙΚΤΩΝ κρεᾳδίων δός’, ὁ τῶν ὀνομάτων Δαίδαλος Οὐλπιανὸς ‘αὐτὸς ἐγώ, φησίν, ἀποπνιγήσομαι, εἰ μὴ εἴπῃς ὅπου καὶ σὺ εὗρες τὰ τοιαῦτα κρεᾴδια. οὐ μὴ γὰρ ὀνομάσω πρὶν μαθεῖν.’ ὃ δὲ ‘Στράττις εἶπεν, ἔφη, ἐν Μακεδόσιν ἢ Παυσανίᾳ (I 719 K)· ‘πνικτόν τι τοίνυν ἔστω σοι συχνὸν τοιοῦτον’. καὶ Εὔβουλος Κατακολλωμένῳ (II 180 K)·

  1. καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα.
Ἀριστοφάνης τ’ εἴρηκεν ἐν Σφηξίν (v. 511)· ‘ἐν λοπάδι πεπνιγμένον.’ Κρατῖνος δ’ ἐν Δηλιάσι (I 21 K)·
  1. τῷ δ’ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως.
Ἀντιφάνης δ’ ἐν Ἀγροίκῳ (II 12 K)·
  1. καὶ πρῶτα μὲν
  2. αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος
  3. Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον·
  4. ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη,
    v.2.p.364
  5. χλόην καταμπέχοντα σάρκα νεογενῆ.
  6. Β. τί λέγεις; Α. τραγῳδίαν περαίνω Σοφοκλέους.’

ΓΑΛΑΘΗΝΩΝ δὲ χοίρων ποτὲ περιενεχθέντων καὶ περὶ τούτων ἐζήτησαν οἱ δαιταλεῖς εἰ τὸ ὄνομα εἴρηται. καί τις ἔφη· ‘Φερεκράτης Δουλοδιδασκάλῳ (I 157 K)· ‘γαλαθήν’ ἔκλεπτον οὐ τέλεα.’ ἐν δὲ Αὐτομόλοις (I 153 K)· ‘οὐ γαλαθηνὸν ἄρ’ ὗν θύειν μέλλεις.’ Ἀλκαῖος Παλαίστρᾳ (I 761 K)·

  1. ὁδὶ γὰρ αὐτός ἐστιν· εἴ τι γρύξομαι
  2. ὧν σοι λέγω πλέον τι γαλαθηνοῦ μυός.
Ἡρόδοτος δ’ ἐν τῇ πρώτῃ φησὶν (c. 183) ὅτι ἐν Βαβυλῶνι ἐπὶ τοῦ χρυσοῦ βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μοῦνα. Ἀντιφάνης Φιλεταίρῳ (II 104 K)·
  1. κομψός γε μικρὸς κρωμακίσκος οὑτοσὶ
  2. γαλαθηνός.
Ἡνίοχος Πολυεύκτῳ (II 432 K)·
  1. ὁ βοῦς ὁ χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι,
  2. ὃ δ’ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών.
καὶ Ἀνακρέων δέ φησιν (fr. 51 B4)·
  1. οἷά τε νεβρὸν νεοθηλέα
  2. γαλαθηνόν, ὅς τ’ ἐν ὕλῃ κεροέσσης
  3. ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη.
Κράτης Γείτοσι (I 130 K)·
  1. νῦν μὲν γὰρ ἡμῖν ... παιδικῶν ἅλις
  2. οκως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ
  3. χοίρων.
    v.2.p.365
Σιμωνίδης δ’ ἐπὶ τοῦ Περσέως τὴν Δανάην ποιεῖ λέγουσαν (fr. 37)·
  1. ὦ τέκος, οἷον ἔχω πόνον·
  2. σὺ δ’ ἀωτεῖς, γαλαθηνῷ δ’ ἤτορι κνώσσεις.
καὶ ἐν ἄλλοις ἐπ’ Ἀρχεμόρου εἴρηκεν (fr. 52)·
  1. ἰοστεφάνου γλυκεῖαν ἐδάκρυσαν
  2. ψυχὰν ἀποπνέοντα γαλαθηνὸν τέκος.
Κλέαρχος δ’ ἐν τοῖς περὶ βίων (FHG II 309) εἰς τοῦτό φησιν ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη. (θῆσθαι δ᾽ ἐστὶ τὸ θηλάζειν τὸ γάλα. Ὅμηρος· Il. 24.58
  1. Ἕκτωρ γὰρ θνητός τε γυναῖκά τε θήσατο μαζόν,
διὰ τὸ ἐντίθεσθαι τὰς θηλὰς εἰς τὰ στόματα τὰ βρέφη, καὶ ὁ τιτθὸς ἐνθένδε διὰ τὸ ἐντίθεσθαι τὰς θηλάς·ʼ
  1. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς (Od. 4.336).’

περιενεχθεισῶν δέ ποτε καὶ ΔΟΡΚΑΔΩΝ ὁ Ἐλεατικὸς Παλαμήδης ὁ ὀνοματολόγος ἔφη· ‘οὐκ ἄχαρι κρέας τὸ τῶν δορκώνων.’ πρὸς ὃν ὁ Μυρτίλος ἔφη· ‘μόνως δορκάδες λέγονται, δόρκωνες δὲ οὔ. Ξενοφῶν Ἀναβάσεως πρώτῳ (c. 5, 2)· ‘ἐνῆσαν δὲ καὶ ὠτίδες καὶ δορκάδες."

ΤΑΩΣ. ὅτι σπάνιος οὗτος ὁ ὄρνις δηλοῖ Ἀντιφάνης ἐν Στρατιώτῃ ἢ Τύχωνι λέγων οὕτως (II 99 K)·

  1. τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον,
  2. σπάνιον ὂν τὸ χρῆμα· πλείους δ’ εἰσὶ νῦν τῶν ὀρτύγων.
καὶ Εὔβουλος ἐν Φοίνικι. καὶ γὰρ ὁ ταὼς διὰ τὸ σπάνιον θαυμάζεται. ‘ὁ ταώς, φησὶν Ἀριστοτέλης
v.2.p.366
(p. 291 R), σχιδανόπους ἐστὶ καὶ ποιολόγος καὶ τίκτει τριέτης γενόμενος, ἐν οἷς χρόνοις καὶ τὴν ποικιλίαν τῶν πτερῶν λαμβάνει. ἐπῳάζει δ’ ἡμέρας πρὸς λʹ. τίκτει τε ἅπαξ τοῦ ἔτους ᾠὰ δώδεκα· ταῦτα δὲ οὐκ εἰς ἅπαξ, ἀλλὰ παρ᾽ ἡμέρας δύο· αἱ δὲ πρωτοτόκοι ὀκτώ. τίκτει δὲ καὶ ὑπηνέμια, ὡς ἡ ἀλεκτορίς, οὐ πλείω δὲ τῶν δύο. ἐκλέπει δὲ καὶ ἐπῳάζει καθάπερ ἡ ἀλεκτορίς.’ Εὔπολις δ’ ἐν Ἀστρατεύτοις φησὶ περὶ αὐτοῦ οὕτως (I 266 K)·
  1. μή ποτε θρέψω
  2. παρὰ Φερσεφόνῃ τοιόνδε ταὧν, ὃς τοὺς εὕδοντας
  3. ἐγείρει.
Ἀντιφῶντι δὲ τῷ ῥήτορι λόγος μὲν γέγραπται ἔχων ἐπίγραμμα περὶ ταῶν, καὶ ἐν αὐτῷ τῷ λόγῳ οὐδεμία μνεία τοῦ ὀνόματος γίνεται, ὄρνεις δὲ ποικίλους πολλάκις ἐν αὐτῷ ὀνομάζει, φάσκων τούτους τρέφειν Δῆμον τὸν Πυριλάμπους καὶ πολλοὺς παραγίνεσθαι κατὰ πόθον τῆς τῶν ὀρνίθων θέας ἔκ τε Λακεδαίμονος καὶ Θετταλίας καὶ σπουδὴν ποιεῖσθαι τῶν ᾠῶν μεταλαβεῖν. περὶ δὲ τῆς ἰδέας αὐτῶν λέγων γράφει (fr. 58 Bl)· ‘εἴ τις ἐθέλοι καταβαλεῖν εἰς πόλιν τοὺς ὄρνιθας, οἰχήσονται ἀναπτόμενοι. ἐὰν δὲ τῶν πτερύγων ἀποτέμῃ, τὸ κάλλος ἀφαιρήσεται· τὰ πτερὰ γὰρ αὐτῶν τὸ κάλλος ἐστίν, ἀλλ’ οὐ τὸ σῶμα.’ ὅτι δὲ καὶ περισπούδαστος ἦν αὐτῶν ἡ θέα ἐν τῷ αὐτῷ λόγῳ πάλιν φησίν· ‘ἀλλὰ τὰς μὲν νουμηνίας ὁ βουλόμενος εἰσῄει, τὰς δ’ ἄλλας ἡμέρας εἴ τις ἔλθοι βουλόμενος θεάσασθαι, οὐκ ἔστιν ὅστις ἔτυχε. καὶ ταῦτα οὐκ ἐχθὲς οὐδὲ πρῴην, ἀλλ’ ἔτη πλέον ἢ τριάκοντά ἐστιν.’
v.2.p.367

  1. ταὧς δὲ λέγουσιν Ἀθηναῖοι, ὥς φησι Τρύφων
(fr. 5 Vels), τὴν τελευταίαν συλλαβὴν περισπῶντες καὶ δασύνοντες. καὶ ἀναγιγνώσκουσι μὲν οὕτως παρ’ Εὐπόλιδι ἐν Ἀστρατεύτοισ — πρόκειται δὲ τὸ μαρτύριον (Litt. c) — καὶ ἐν Ὄρνισιν Ἀριστοφάνους (v. 101)

Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς; καὶ πάλιν (269)

  1. ὄρνις δῆτα. τίς ποτ’ ἐστίν; οὐ δήπου ταὧς;
λέγουσι δὲ καὶ τὴν δοτικὴν ταωνι, ὡς ἐν τῷ αὐτῷ Ἀριστοφάνης (v. 884). ἀμήχανον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν ἐν τοῖς ὑπὲρ μίαν συλλαβὴν ὀνόμασι τὴν τελευτῶσαν ἀπὸ φωνήεντος ἀρχομένην δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρηκολούθηκεν, οἷον νεὤς, λεὤς, Τυνδάρεὠς, Μενέλεὠς, λειπόνεὠς, εὔνεὠς, Νείλεὠς, πρᾶὀς, υἱὄς, Κεῖὀς, Χῖὀς, δῖὀς, χρεῖὀς, πλεῖὀς, λεῖὀς, λαιὄς, βαιὄς, φαιὄς, πηὄς, γόὀς, θοὄς, ῥόὀς, ζωὄς. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν ἡ δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐδαμῶς ἐγκαθείργνυται. ὠνόμασται δὲ ταὧς ἀπὸ τῆς τάσεως τῶν πτερῶν.’ Σέλευκος δ’ ἐν τῷ πέμπτῳ περὶ Ἑλληνισμοῦ· ‘ταὧς· παραλόγως δ’ οἱ Ἀττικοὶ καὶ δασύνουσι καὶ περισπῶσι. τοῖς δὲ πρώτοις τῶν φωνηέντων κατὰ τὰς ἁπλᾶς τῶν ὀνομάτων ἐκφορὰς συνεκφέρεσθαι ἐθέλει καὶ ἐνταυθοῖ προᾴττουσα καὶ τάχιον ἐκθέουσα δι’ ἐπιπολῆς ἐστι τῶν λέξεων. τεκμαιρόμενοι οὖν Ἀθηναῖοι καὶ διὰ τῆς τάξεως τὴν ἐνοῦσαν τῇ προσῳδίᾳ φύσιν οὐκ ἐπὶ τῶν φωνηέντων αὐτὴν τιθέασιν ὥσπερ τὰς ἄλλας, πρὸ δὲ τούτων τάσσουσιν.
v.2.p.368
οἶμαι δὲ καὶ διὰ τοῦ Η στοιχείου τυπώσασθαι τοὺς παλαιοὺς τὴν δασεῖαν. διόπερ καὶ Ῥωμαῖοι πρὸ πάντων τῶν δασυνομένων ὀνομάτων τὸ Η προγράφουσι, τὸ ἡγεμονικὸν αὐτῆς διασημαίνοντες. εἰ δὲ τοιαύτη ἡ δασύτης, μήποτ᾽ ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν ὁ ταὼς πρὸς τῶν Ἀττικῶν προσπνεῖται.’

πολλῶν οὖν καὶ ἄλλων ἐν τῷ συμποσίῳ περὶ ἑκάστου τῶν εἰσκομιζομένων ῥηθέντων, ‘ἀλλὰ κἀγώ, φησὶν ὁ Λαρήνσιος, κατὰ τὸν πάντα ἄριστον Οὐλπιανὸν προτείνω τι καὶ αὐτὸς ὑμῖν· ζητήσεις γὰρ σιτούμεθα· τὸν τέτρακα τί νομίζετε;’ καί τινος εἰπόντος ‘εἶδος ὀρνέου’ (ἔθος δὲ γραμματικῶν παισὶν περὶ πάντων τῶν προβαλλομένων λέγειν, εἶδος φυτοῦ, εἶδος ὀρνέου, εἶδος λίθου), ὁ Λαρήνσιος ἔφη· ‘καὶ αὐτός, ἀνδρῶν λῷστε, ὅτι ὁ χαρίεις Ἀριστοφάνης ἐν τοῖς Ὄρνισι μνημονεύει ἐν τούτοις (v. 884) οἶδα· ‘πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι.’ ζητῶ δ’ ἐγὼ παρ’ ὑμῶν μαθεῖν εἰ καὶ παρ’ ἄλλῳ τινὶ αὐτοῦ τις γίνεται μνήμη. Ἀλέξανδρος γὰρ ὁ Μύνδιος ἐν δευτέρῳ περὶ πτηνῶν ζῴων οὐ τοῦ ὄρνιθος τοῦ μεγάλου μνημονεύει, ἀλλά τινος τῶν σμικροτάτων. λέγει γὰρ οὕτως· ‘τέτραξ τὸ μέγεθος ἴσος σπερμολόγῳ, τὸ χρῶμα κεραμεοῦς, ῥυπαραῖς στιγμαῖς καὶ μεγάλαις γραμμαῖς ποικίλος, καρποφάγος. ὅταν ᾠοτοκῇ δέ, τετράζει τῇ φωνῇ. καὶ Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ (p. 237 L)·

  1. λαμβάνοντι γὰρ
  2. ὄρτυγας στρουθούς τε κορυδαλλάς τε φιλοκονείμονας
    v.2.p.369
  3. τέτραγας σπερματολόγους τε κἀγλαὰς συκαλλίδας.
καὶ ἐν ἄλλοις δέ φησιν (p. 240 L)·
  1. ἦν δ’ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες
  2. τέτραγές τε σπερματολόγοι.’
ἐπεὶ δὲ ὑμεῖς οὐδὲν ἔχετε (σιωπᾶτε γάρ), ἐγὼ καὶ τὸ ὄρνεον ὑμῖν ἐπιδείξω. ἐπιτροπεύων γὰρ ἐν Μυσίᾳ τοῦ κυρίου αὐτοκράτορος καὶ προιστάμενος τῶν τῆς ἐπαρχίας ἐκείνης πραγμάτων τεθέαμαι ἐπὶ τῇ χώρᾳ ἐκείνῃ τοὔρνεον. καὶ μαθὼν οὕτω καλούμενον παρὰ τοῖς Μυσοῖς καὶ Παίοσιν ὑπεμνήσθην ἐκ τῶν ὑπ’ Ἀριστοφάνους εἰρημένων τὸν ὄρνιθα. νομίζων δὲ καὶ παρὰ τῷ πολυμαθεστάτῳ Ἀριστοτέλει μνήμης ἠξιῶσθαι τὸ ζῷον ἐν τῇ πολυταλάντῳ πραγματείᾳ (ὀκτακόσια γὰρ εἰληφέναι τάλαντα παρ’ Ἀλεξάνδρου τὸν Σταγιρίτην λόγος ἔχει εἰς τὴν περὶ τῶν ζῴων ἱστορίαν) ὡς οὐδὲν εὗρον περὶ αὐτοῦ λεγόμενον, ἔχαιρον ἔχων ἐχεγγυώτατον μάρτυρα τὸν χαρίεντα Ἀριστοφάνη.’ ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ εἰσῆλθέ τις φέρων ἐν τῷ ταλάρῳ τὸν τέτρακα. ἦν δὲ τὸ μὲν μέγεθος ὑπὲρ ἀλεκτρυόνα τὸν μέγιστον, τὸ δὲ εἶδος πορφυρίωνι παραπλήσιος· καὶ ἀπὸ τῶν ὤτων ἑκατέρωθεν εἶχε κρεμάμενα ὥσπερ οἱ ἀλεκτρυόνες τὰ κάλλαια· βαρεῖα δ’ ἦν ἡ φωνή. θαυμασάντων οὖν ἡμῶν τὸ εὐανθὲς τοῦ ὄρνιθος μετ’ οὐ πολὺ καὶ ἐσκευασμένος παρηνέχθη, καὶ τὰ κρέα αὐτοῦ ἦν παραπλήσια τοῖς τῆς μεγάλης στρουθοῦ, ἣν καὶ αὐτὴν πολλάκις κατεδαισάμεθα.

ΨΥΑΙ. ὁ τὴν τῶν Ἀτρειδῶν κάθοδον πεποιηκὼς ἐν τῷ τρίτῳ φησίν (om. Kinkel)·

v.2.p.370
  1. Ἶσον δ’ Ἑρμιονεὺς ποσὶ καρπαλίμοισι μετασπὼν
  2. ψύας ἔγχει νύξε.
Σιμάριστος δ’ ἐν τρίτῳ Συνωνύμων οὕτως γράφει· ‘ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι. τὰ δ᾽ ἑκατέρωθεν κοιλώματα λέγουσι κύβους γαλλιας.’ Κλέαρχος δ᾽ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί (FHG II 324)· ‘σάρκες μυωταὶ καθ’ ἑκάτερον μέρος, ἃς οἳ μὲν ψύας, οἳ δὲ ἀλώπεκας, οἳ δὲ νευρομήτρας καλοῦσι. μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ὁ ἱερώτατος. ὠνομάσθησαν δ’ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι ἢ οἷόν τις οὖσα ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα.’ μνημονεύει αὐτῶν καὶ Εὔφρων ὁ κωμικὸς ἐν Θεωροῖς (IV 491 M)·
  1. λοβός τίς ἐστι καὶ ψύαι καλούμεναι·
  2. ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών ...

  1. ΟΥΘΑΡ. Τηλεκλείδης Στερροῖς (I 217 K)·
  2. ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ.
Ἡρόδοτος δ’ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησιν (c. 2)... σπανίως δ’ ἔστιν εὑρεῖν τὸ οὖθαρ ἐπὶ τῶν ἄλλων ζῴων λεγόμενον· ΥΠΟΓΑΣΤΡΙΟΝ δὲ μόνον ὡς ἐπὶ τῶν ἰχθύων λέγεται. Στράττις Ἀταλάντῃ (I 713 K)·
  1. ὑπογάστριον θύννου τι κἀκροκώλιον.
Θεόπομπος Καλλαίσχρῳ (I 738 K)·
  1. ἰχθύων δὲ δὴ
  2. ὑπογάστρι᾽, ὦ Δάματερ.
ἐν δὲ Σειρῆσιν ὑπήτρια καλεῖ τὰ ὑπογάστρια λέγων οὕτως (I 747 K)·
v.2.p.371
  1. θύννων τε λευκὰ Σικελικῶν ὑπήτρια·

ΛΑΓΩΣ. περὶ τούτου ὁ μὲν ὀψοδαίδαλος Ἀρχέστρατος οὕτως φησί (fr. 57 R)·

  1. τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέσεις
  2. σκευασίας εἰσίν. κεῖνος δ’ οὖν ἐστιν ἄριστος,
  3. ἂν πεινῶσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ,
  4. θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου
  5. μικρὸν ἐνωμότερον. μὴ λυπείτω δέ σ’ ὁρῶντα
  6. ἰχῶρα στάζοντα κρεῶν, ἀλλ’ ἔσθιε λάβρως.
  7. αἱ δ’ ἄλλαι περίεργοι ἔμοιγ’ εἰσὶν διὰ παντὸς
  8. σκευασίαι, γλοιῶν καταχύσματα καὶ κατάτυρα
  9. καὶ κατέλαια λίαν, ὥσπερ γαλῇ ὀψοποιούντων.
Ναυσικράτης δ’ ὁ κωμῳδιοποιὸς ἐν Περσίδι σπανίως, φησίν, ἔστιν εὑρεῖν δασύποδα περὶ τὴν Ἀττικήν· λέγει δὲ ὧδε (II 296 K)·
  1. ἐν τῇ γὰρ Ἀττικῇ τίς εἶδε πώποτε
  2. λέοντας ἢ τοιοῦτον ἕτερον θηρίον;
  3. οὗ δασύποδ’ εὑρεῖν ἐστιν οὐχὶ ῥᾴδιον.
Ἀλκαῖος δ’ ἐν Καλλιστοῖ καὶ ὡς πολλῶν ὄντων ἐμφανίζει διὰ τούτων (I 759 K)·
  1. κορίαννον ἵνα τί λεπτόν; Β. ἵνα τοὺς δασύποδας
  2. οὓς ἂν λάβωμεν ἁλσὶ διαπάττειν ἔχῃς.