Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

Κλύτος δ’ ὁ Ἀριστοτελικὸς ἐν τοῖς περὶ Μιλήτου (FHG II 333) ΠΟΛΥΚΡΑΤΗΝ φησὶ τὸν Σαμίων τύραννον ὑπὸ τρυφῆς τὰ πανταχόθεν συνάγειν, κύνας μὲν ἐξ Ἠπείρου, αἶγας δὲ ἐκ Σκύρου, ἐκ δὲ Μιλήτου πρόβατα, ὗς δ’ ἐκ Σικελίας. Ἄλεξις δ’ ἐν τρίτῳ Σαμίων Ὥρων (ib. IV 299) ἐκ πολλῶν πόλεών φησιν κοσμηθῆναι τὴν Σάμον ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λακαίνας εἰσαγαγόντος, αἶγας δ’ ἐκ Σκύρου καὶ Νάξου, πρόβατα δ’ ἐκ Μιλήτου καὶ τῆς Ἀττικῆς. μετεστέλλετο δέ, φησί, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις. πρὸ δὲ τοῦ τυραννῆσαι κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γάμον ἢ μείζονας ὑποδοχὰς ποιουμένοις. ἐκ πάντων οὖν τούτων ἄξιον θαυμάζειν τὸν τύραννον, ὅτι οὐδαμόθεν ἀναγέγραπται γυναῖκας ἢ παῖδας μεταπεμψάμενος, καίτοι περὶ τὰς τῶν ἀρρένων ὁμιλίας ἐπτοημένος, ὡς καὶ ἀντερᾶν Ἀνακρέοντι τῷ ποιητῇ· ὅτε καὶ δι’ ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον. πρῶτος δ’ ὁ Πολυκράτης καὶ ναῦς πήξας ἀπὸ τῆς πατρίδος Σαμαίνας ἐκάλεσεν. Κλέαρχος δέ φησιν (FHG II 310) ὡς

v.3.p.192
Πολυκράτης ὁ τῆς ἁβρᾶς Σάμου τύραννος διὰ τὴν περὶ τὸν βίον ἀκολασίαν ἀπώλετο, ζηλώσας τὰ Λυδῶν μαλακά. ὅθεν τῷ τ’ ἐν Σάρδεσιν Ἀγκῶνι Γλυκεῖ προσαγορευομένῳ τὴν παρὰ τοῖς Σαμίοις λαύραν ἀντικατεσκεύασεν ἐν τῇ πόλει καὶ τοῖς Λυδῶν ἄνθεσιν ἀντέπλεξε τὰ διαγγελθέντα Σαμίων ἄνθεα. τούτων δὲ ἡ μὲν Σαμίων λαύρα στενωπή τις ἦν γυναικῶν δημιουργῶν, καὶ τῶν πρὸς ἀπόλαυσιν καὶ ἀκρασίαν πάντων βρωμάτων ὄντως ἐνέπλησε τὴν Ἑλλάδα· τὰ δὲ Σαμίων ἄνθη γυναικῶν καὶ ἀνδρῶν κάλλη διάφορα. ἔτι δὲ τῆς συμπάσης πόλεως ἐν ἑορταῖς τε καὶ μέθαις ..... καὶ ταῦτα μὲν ὁ Κλέαρχος. οἶδα δὲ κἀγὼ παρὰ τοῖς ἐμοῖς Ἀλεξανδρεῦσιν λαύραν τινὰ καλουμένην μέχρι καὶ νῦν Εὐδαιμόνων, ἐν ᾗ πάντα τὰ πρὸς τρυφὴν ἐπωλεῖτο.

ΑΛΚΙΣΘΕΝΗΝ δὲ τὸν Συβαρίτην φησὶν Ἀριστοτέλης ἐν τοῖς περὶ τρυφῆς Θαυμασίοις (c. 96 W) ὑπὸ τρυφῆς ἱμάτιον τοιοῦτον κατασκευάσασθαι τῇ πολυτελείᾳ ὡς προτίθεσθαι αὐτὸ ἐπὶ Λακινίου ἐν τῇ πανηγύρει τῆς Ἥρας, εἰς ἣν συμπορεύονται πάντες Ἰταλιῶται, καὶ τῶν δεικνυμένων μάλιστα πάντων ἐκεῖνο θαυμάζεσθαι. οὗ φασι κυριεύσαντα Διονύσιον τὸν πρεσβύτερον ἀποδόσθαι Καρχηδονίοις ρʹ καὶ κʹ ταλάντων.

v.3.p.193
ἱστορεῖ δὲ καὶ Πολέμων περὶ αὐτοῦ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν Καρχηδόνι Πέπλων (fr. 85 Pr). περὶ δὲ ΣΜΙΝΔΥΡΙΔΟΥ τοῦ Συβαρίτου καὶ τῆς τούτου τρυφῆς ἱστόρησεν Ἡρόδοτος ἐν τῇ ἕκτῃ (c. 127), ὡς ἀποπλέων ἐπὶ τὴν μνηστείαν τῆς Κλεισθένους τοῦ Σικυωνίων τυράννου θυγατρὸς Ἀγαρίστης, φησίν, ‘ἀπὸ μὲν Ἰταλίης ἦλθε Σμινδυρίδης ὁ Ἱπποκράτεος Συβαρίτης, ὃς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀφίκετο.’ εἵποντο γοῦν αὐτῷ χίλιοι μάγειροι καὶ ὀρνιθευταί. ἱστορεῖ περὶ αὐτοῦ καὶ Τίμαιος ἐν τῇ ἑβδόμῃ (FHG I 204).

περὶ δὲ τῆς ΔΙΟΝΥΣΙΟΥ τοῦ νεωτέρου Σικελίας τυράννου τρυφῆς Σάτυρος ὁ περιπατητικὸς ἱστορῶν ἐν τοῖς Βίοις (FHG III 160) πληροῦσθαί φησιν παρ’ αὐτῷ τριακοντακλίνους οἴκους ὑπὸ τῶν εὐωχουμένων. καὶ Κλέαρχος δὲ ἐν τῷ τετάρτῳ τῶν Βίων γράφει οὕτως (FHG II 307)· ‘Διονύσιος δ’ ὁ Διονυσίου ἁπάσης γενόμενος Σικελίας ἀλάστωρ εἰς τὴν Λοκρῶν πόλιν παρελθὼν οὖσαν αὐτῷ μητρόπολιν (Δωρὶς γὰρ ἡ μήτηρ αὐτοῦ τὸ γένος ἦν Λοκρίς) στρώσας οἶκον τῶν ἐν τῇ πόλει τὸν μέγιστον ἑρπύλλοις καὶ ῥόδοις μετεπέμπετο μὲν ἐν μέρει τὰς Λοκρῶν παρθένους· καὶ γυμνὸς μετὰ γυμνῶν οὐδὲν αἰσχύνης παρέλιπεν ἐπὶ τοῦ στρώματος κυλινδούμενος. τοιγαροῦν μετ’ οὐ πολὺν χρόνον οἱ ὑβρισθέντες γυναῖκα καὶ τέκνα ἐκείνου λαβόντες ὑποχείρια ἐπὶ τῆς ὁδοῦ στήσαντες μεθ’ ὕβρεως ἐνηκολάσταινον αὐτοῖς· καὶ ἐπεὶ τῆς ὕβρεως πλήρεις ἐγένοντο, κεντοῦντες ὑπὸ

v.3.p.194
τοὺς τῶν χειρῶν ὄνυχας βελόναις ἀνεῖλον αὐτούς. καὶ τελευτησάντων τὰ μὲν ὀστᾶ κατέκοψαν ἐν ὅλμοις, τὰ δὲ λοιπὰ κρεανομησάμενοι ἐπηράσαντο πάντες τοῖς μὴ γευσαμένοις αὐτῶν· ὅθεν πρὸς τὴν ἀνόσιον ἀρὰν κατήλεσαν αὐτῶν τὰς σάρκας, ἵν’ ἡ τροφὴ σιτοποιουμένων κατεδεσθῇ· τὰ δὲ λείψανα κατεπόντωσαν. αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρτῶν καὶ τυμπανοφορούμενος οἰκτρῶς τὸν βίον κατέστρεψεν. εὐλαβητέον οὖν τὴν καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπὴν ἁπάντων τε ὀλέθριον ἡγεῖσθαι τὴν ὕβριν.’

Διόδωρος δ’ ὁ Σικελιώτης ἐν τοῖς περὶ Βιβλιοθήκης Ἀκραγαντίνους φησὶ (11, 25) κατασκευάσαι ΓΕΛΩΝΙ κολυμβήθραν πολυτελῆ τὸ περίμετρον ἔχουσαν σταδίων ζʹ, βάθος δὲ πηχῶν κʹ, εἰς ἣν ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον εἶναι καὶ πολλοὺς παρέχεσθαι ἰχθῦς εἰς τὴν τρυφὴν καὶ ἀπόλαυσιν τῷ Γέλωνι· καθίπτασθαι δὲ καὶ κύκνων πλῆθος εἰς αὐτήν, ὡς γίνεσθαι ἐπιτερπεστάτην τὴν θέαν. ὕστερον δὲ αὕτη διεφθάρη καταχωσθεῖσα. Δοῦρις δὲ ἐν τῇ δʹ τῶν περὶ Ἀγαθοκλέα (FHG II 479) καὶ πλησίον Ἱππωνίου πόλεως ἄλσος τι δείκνυσθαι κάλλει διάφορον καὶ κατάρρυτον ὕδασιν, ἐν ᾧ καὶ τόπον τινὰ

v.3.p.195
εἶναι καλούμενον Ἀμαλθείας Κέρας, ὃ τὸν Γέλωνα κατασκευάσαι. Σιληνὸς δ’ ὁ Καλλατιανὸς ἐν τρίτῳ Σικελικῶν (FHG III 101) περὶ Συρακούσας φησὶν κῆπον εἶναι πολυτελῶς κατεσκευασμένον, ὃν καλεῖσθαι Μῦθον, ἐν ᾧ χρηματίζειν ΙΕΡΩΝΑ τὸν βασιλέα. ἡ δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται διὰ τὸ πᾶσα εἶναι πλήρης δένδρων ἡμέρων, ὥς φησιν Καλλίας ἐν ὀγδόῃ τῶν περὶ Ἀγαθοκλέα Ἱστοριῶν (FHG II 382). Ποσειδώνιος δ’ ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν (FHG III 257) περὶ ΔΑΜΟΦΙΛΟΥ λέγων τοῦ Σικελιώτου, δι’ ὃν ὁ δουλικὸς ἐκινήθη πόλεμος, ὅτι τρυφῆς ἦν οἰκεῖος, γράφει καὶ ταῦτα· ‘τρυφῆς οὖν δοῦλος ἦν καὶ κακουργίας, διὰ μὲν τῆς χώρας τετρακύκλους ἀπήνας περιαγόμενος καὶ ἵππους καὶ θεράποντας ὡραίους καὶ παραδρομὴν ἀνάγωγον κολάκων τε καὶ παίδων στρατιωτικῶν. ὕστερον δὲ πανοικίᾳ ἐφυβρίστως κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς.’

ΔΗΜΗΤΡΙΟΣ δ’ ὁ Φαληρεύς, ὥς φησι Δοῦρις ἐν τῇ ἑκκαιδεκάτῃ τῶν Ἱστοριῶν (FHG II 475), χιλίων καὶ διακοσίων ταλάντων κατ’ ἐνιαυτὸν κύριος γενόμενος καὶ ἀπὸ τούτων βραχέα δαπανῶν εἰς τοὺς στρατιώτας καὶ τὴν τῆς πόλεως διοίκησιν τὰ λοιπὰ πάντα διὰ τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζεν, θοίνας καθ’ ἑκάστην ἡμέραν λαμπρὰς ἐπιτελῶν καὶ πλῆθός τι συνδείπνων ἔχων. καὶ ταῖς μὲν δαπάναις ταῖς εἰς τὰ δεῖπνα τοὺς Μακεδόνας ὑπερέβαλλε, τῇ δὲ καθαρειότητι

v.3.p.196
Κυπρίους καὶ Φοίνικας· ῥάσματά τε μύρων ἔπιπτεν ἐπὶ τὴν γῆν, ἀνθινά τε πολλὰ τῶν ἐδαφῶν ἐν τοῖς ἀνδρῶσιν κατεσκευάζετο διαπεποικιλμένα ὑπὸ δημιουργῶν. ἦσαν δὲ καὶ πρὸς γυναῖκας ὁμιλίαι σιωπώμεναι καὶ νεανίσκων ἔρωτες νυκτερινοί, καὶ ὁ τοῖς ἄλλοις τιθέμενος θεσμοὺς Δημήτριος καὶ τοὺς βίους τάττων ἀνομοθέτητον ἑαυτῷ τὸν βίον κατεσκεύαζεν. ἐπεμελεῖτο δὲ καὶ τῆς ὄψεως, τήν τε τρίχα τὴν ἐπὶ τῆς κεφαλῆς ξανθιζόμενος καὶ παιδέρωτι τὸ πρόσωπον ὑπαλειφόμενος καὶ τοῖς ἄλλοις ἀλείμμασιν ἐγχρίων ἑαυτόν· ἠβούλετο γὰρ τὴν ὄψιν ἱλαρὸς καὶ τοῖς ἀπαντῶσιν ἡδὺς φαίνεσθαι. ἐν δὲ τῇ πομπῇ τῶν Διονυσίων, ἣν ἔπεμψεν ἄρχων γενόμενος, ᾖδεν ὁ χορὸς εἰς αὐτὸν ποιήματα Σείρωνος τοῦ Σολέως, ἐν οἷς ἡλιόμορφος προσηγορεύετο (Castorionis fr. 1 B4)·
  1. ἐξόχως δ’ εὐγενέτας ἡλιόμορφος ζαθέοις ἄρχων σε
  2. τιμαῖσι γεραίρει.
Καρύστιος δὲ ὁ Περγαμηνὸς ἐν τρίτῳ Ὑπομνημάτων (FHG IV 358) ‘Δημήτριος, φησίν, ὁ Φαληρεὺς Ἱμεραίου τοῦ ἀδελφοῦ ἀναιρεθέντος ὑπ’ Ἀντιπάτρου αὐτὸς μετὰ Νικάνορος διέτριβεν, αἰτίαν ἔχων ὡς τὰ ἐπιφάνεια τοῦ ἀδελφοῦ θύων. Κασάνδρῳ δὲ γενόμενος φίλος μέγα ἴσχυσεν. καὶ κατ’ ἀρχὰς μὲν ἦν αὐτοῦ τὸ ἄριστον ὀξύβαφα παντοδαπὰς ἐλάας ἔχοντα καὶ τυρὸν νησιωτικόν. ὡς δ’ ἐπλούτησε, Μοσχίωνα τὸν ἄριστον τῶν τότε μαγείρων
v.3.p.197
καὶ δειπνοποιῶν ἐωνήσατο, καὶ τοσαῦτα ἦν τὰ παρασκευαζόμενα καθ’ ἡμέραν ὥστε χαρισαμένου τῷ Μοσχίωνι τὰ λείψανα Μοσχίων ἐν ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο παῖδάς τε ἐλευθέρους ὕβριζεν καὶ γυναῖκας τὰς τῶν ἐπιφανεστάτων. ἐζηλοτύπουν δὲ πάντες οἱ παῖδες τὸν ἐρώμενον αὐτοῦ Δίογνιν· καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ προσελθεῖν ὥστε μετ’ ἄριστον αὐτοῦ περιπατήσαντος παρὰ τοὺς Τρίποδας συνῆλθον εἰς τὸν τόπον παῖδες οἱ κάλλιστοι ταῖς ἑξῆς ἡμέραις, ἵν᾽ ὀφθεῖεν αὐτῷ.’

Νικόλαος δ’ ὁ περιπατητικὸς ἐν τῇ δεκάτῃ καὶ ἑκατοστῇ τῶν Ἱστοριῶν (FHG III 416) ΛΕΥΚΟΛΛΟΝ φησιν ἀφικόμενον εἰς Ῥώμην καὶ θριαμβεύσαντα λόγον τε ἀποδόντα τοῦ πρὸς Μιθριδάτην πολέμου ἐξοκεῖλαι εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης τρυφῆς τε πρῶτον εἰς ἅπαν Ῥωμαίοις ἡγεμόνα γενέσθαι, καρπωσάμενον δυεῖν βασιλέων πλοῦτον Μιθριδάτου καὶ Τιγράνου. διαβόητος δ’ ἦν παρὰ Ῥωμαίοις καὶ ΣΙΤΤΙΟΣ ἐπὶ τρυφῇ καὶ μαλακίᾳ, ὥς φησι Ῥουτίλιος (ib. 200). περὶ γὰρ Ἀπικίου προειρήκαμεν (IV p. 168d). Παυσανίαν δὲ καὶ ΛΥΣΑΝΔΡΟΝ ἐπὶ τρυφῇ διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσι. διόπερ καὶ Ἆγις ἐπὶ Λυσάνδρου ἔφη ὅτι ‘δεύτερον τοῦτον ἡ Σπάρτη φέρει Παυσανίαν.’ Θεόπομπος δὲ ἐν τῇ δεκάτῃ τῶν Ἑλληνικῶν (FHG I 281) τἀναντία φησὶ περὶ τοῦ Λυσάνδρου, ὅτι ‘φιλόπονος ἦν καὶ θεραπεύειν δυνάμενος καὶ ἰδιώτας καὶ βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν

v.3.p.198
ἁπασῶν κρείττων. γενόμενος γοῦν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης κύριος ἐν οὐδεμιᾷ φανήσεται τῶν πόλεων οὔτε πρὸς τὰς ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ πότοις ἀκαίροις χρησάμενος.’

οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὰ τῆς τρυφῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ ΠΑΡΡΑΣΙΟΝ τὸν ζωγράφον πορφύραν ἀμπέχεσθαι, χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχοντα, ὡς ἱστορεῖ Κλέαρχος ἐν τοῖς Βίοις (FHG II 304). οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρετῆς ἀντελαμβάνετο καὶ ἐπέγραφεν τοῖς ὑπ’ αὐτοῦ ἐπιτελουμένοις ἔργοις·

  1. ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν.
καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψεν ‘ῥαβδοδίαιτος ἀνήρ.’ ἐπέγραψεν δ’ ἐπὶ πολλῶν ἔργων αὐτοῦ καὶ τάδε (fr. 1 PL II 320 B4)·
  1. ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν
  2. Παρράσιος κλεινῆς πατρίδος ἐξ Ἐφέσου.
  3. οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὅς ῥά μ’ ἔφυσε
  4. γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης.
ηὔχησε δ’ ἀνεμεσήτως ἐν τούτοις (fr. 2)·
  1. εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε· φημὶ γὰρ ἤδη
  2. τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ
  3. χειρὸς ὑφ’ ἡμετέρης· ἀνυπέρβλητος δὲ πέπηγεν
  4. οὖρος. ἀμώμητον δ’ οὐδὲν ἔγεντο βροτοῖς.
ἀγωνιζόμενος δέ ποτε πρὸς καταδεέστερον ἐν Σάμῳ
v.3.p.199
τὸν Αἴαντα καὶ ἡττηθείς, συναχθομένων αὐτῷ τῶν φίλων, ἔφη ὡς αὐτὸς μὲν ὀλίγον φροντίζοι, Αἴαντι δὲ συνάχθοιτο δεύτερον ἡττηθέντι. ἐφόρει δὲ ὑπὸ τρυφῆς πορφυρίδα καὶ στρόφιον λευκὸν ἐπὶ τῆς κεφαλῆς εἶχεν σκίπωνί τε ἐστηρίζετο χρυσᾶς ἕλικας ἐμπεπαισμένῳ χρυσοῖς τε ἀνασπαστοῖς ἐπέσφιγγε τῶν βλαυτῶν τοὺς ἀναγωγέας. ἀλλ’ οὐδὲ τὰ κατὰ τὴν τέχνην ἀηδῶς ἐποιεῖτο ἀλλὰ ῥᾳδίως, ὡς καὶ ᾄδειν γράφοντα, ὡς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας (fr. 79 W). τερατευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ Ἡρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαινόμενος ὁ θεὸς σχηματίζοι αὑτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα. ὅθεν καὶ ἐπέγραψεν τῷ πίνακι (fr. 3)·
  1. οἷος δ’ ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν
  2. Παρρασίῳ δι’ ὕπνου, τοῖος ὅδ’ ἐστὶν ὁρᾶν.

καὶ φιλοσόφων δὲ αἱρέσεις ὅλαι τῆς περὶ τὴν τρυφὴν αἱρέσεως ἀντεποιήσαντο· καὶ ἥ γε Κυρηναικὴ καλουμένη ἀπ’ ΑΡΙΣΤΙΠΠΟΥ τοῦ Σωκρατικοῦ τὴν ἀρχὴν λαβοῦσα, ὃς ἀποδεξάμενος τὴν ἡδυπάθειαν ταύτην τέλος εἶναι ἔφη καὶ ἐν αὐτῇ τὴν εὐδαιμονίαν βεβλῆσθαι· καὶ μονόχρονον αὐτὴν εἶναι, παραπλησίως τοῖς ἀσώτοις οὔτε τὴν μνήμην τῶν γεγονυιῶν ἀπολαύσεων πρὸς αὑτὸν ἡγούμενος οὔτε τὴν ἐλπίδα τῶν ἐσομένων, ἀλλ’ ἑνὶ μόνῳ τὸ ἀγαθὸν κρίνων τῷ παρόντι, τὸ δὲ ἀπολελαυκέναι καὶ ἀπολαύσειν οὐδὲν νομίζων πρὸς αὑτόν, τὸ μὲν ὡς οὐκέτ’ ὄν, τὸ δὲ οὔπω καὶ ἄδηλον· ὁποῖον καὶ οἱ τρυφῶντες πάσχουσι τὸ παρὸν εὖ ποιεῖν ἀξιοῦντες.

v.3.p.200
ὡμολόγησεν δ’ αὐτοῦ τῷ δόγματι καὶ ὁ βίος, ὃν ἐβίωσεν ἐν πάσῃ τρυφῇ καὶ πολυτελείᾳ μύρων καὶ ἐσθήτων καὶ γυναικῶν. Λαίδα γοῦν ἀναφανδὸν εἶχε τὴν ἑταίραν καὶ ταῖς Διονυσίου πολυτελείαις ἔχαιρεν καίτοι πολλάκις ἐνυβριζόμενος. Ἡγήσανδρος γοῦν φησιν (FHG IV 417) ὡς καὶ ἀδόξου ποτὲ κλισίας παρ’ αὐτῷ τυχὼν ἤνεγκεν ἐρωτήσαντός τε τοῦ Διονυσίου τί φαίνεται ἡ κατάκλισις πρὸς τὴν χθὲς ἔφησεν παραπλησίαν εἶναι. ‘ἐκείνη τε γάρ, ἔφησεν, ἀδοξεῖ τήμερον χωρισθεῖσα ἐμοῦ, χθὲς δὲ πασῶν ἦν ἐνδοξοτάτη δι’ ἡμᾶς, αὕτη τε τήμερον καὶ ἔνδοξος γέγονεν διὰ τὴν ἡμετέραν παρουσίαν, χθὲς δὲ ἠδόξει μὴ παρόντος ἐμοῦ.’ καὶ ἐν ἄλλοις δέ φησιν ὁ Ἡγήσανδρος (ibid)· ‘Ἀρίστιππος ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ’ ἐπὶ τῷ ἀνέχεσθαι ὑπ’ Ἀντιφῶντος, ‘εἰ δ᾽ ἁλιευόμενος ἐτύγχανον, ἔφη, καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον;’ διέτριβεν δ’ ὁ Ἀρίστιππος τὰ πολλὰ ἐν Αἰγίνῃ τρυφῶν· διὸ καὶ ὁ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασί φησιν (II 1) ὅτι πολλάκις ἐνουθέτει αὐτὸν ὁ Σωκράτης καὶ τὴν ἠθοποιίαν πλάσας τῆς Ἀρετῆς καὶ τῆς Ἡδονῆς εἰσῆγεν. ὁ δ’ Ἀρίστιππος ἐπὶ τῆς Λαίδος ἔλεγεν ‘ἔχω καὶ οὐκ ἔχομαι.’ καὶ παρὰ Διονυσίῳ διηνέχθη τισὶ περὶ τῆς ἐκλογῆς τῶν τριῶν γυναικῶν. καὶ μύροις ἐλούετο καὶ ἔφασκεν ὅτι (Eur. Bacch. 317)·
  1. κἀν βακχεύμασιν
  2. οὖσ’ ἥ γε σώφρων οὐ διαφθαρήσεται.
κωμῳδῶν δὲ αὐτὸν Ἄλεξις ἐν Γαλατείᾳ ποιεῖ τινα
v.3.p.201
θεράποντα διηγούμενον περί τινος τῶν μαθητῶν τάδε (II 311 K)·
  1. ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε
  2. διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν
  3. ἐπέθετο. Κυρηναῖος ἦν ἐνταῦθά τις,
  4. ὥς φασ᾽, Ἀρίστιππος, σοφιστὴς εὐφυής,
  5. μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε
  6. ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων.
  7. τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται
  8. ὁ δεσπότης, καὶ τὴν τέχνην μὲν οὐ πάνυ
  9. ἐξέμαθε, τὴν δ’ ἀρτηρίαν συνήρπασεν.
Ἀντιφάνης δ’ ἐν Ἀνταίῳ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν (II 23 K)·
  1. Α. ὦ ᾽τάν, κατανοεῖς τίς ποτ’ ἐστὶν οὑτοσὶ
  2. ὁ γέρων; Β. ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικός·
  3. λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός,
  4. πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία,
  5. βεβαία τράπεζα — τί μακρὰ δεῖ λέγειν; ὅλως
  6. αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδημίαν δοκῶ.

Ἀριστόξενος δ’ ὁ μουσικὸς ἐν τῷ Ἀρχύτα Βίῳ (FHG II 276) ἀφικέσθαι φησὶ παρὰ Διονυσίου τοῦ νεωτέρου πρεσβευτὰς πρὸς τὴν Ταραντίνων πόλιν, ἐν οἷς εἶναι καὶ ΠΟΛΥΑΡΧΟΝ τὸν ἡδυπαθῆ ἐπικαλούμενον, ἄνδρα περὶ τὰς σωματικὰς ἡδονὰς ἐσπουδακότα καὶ οὐ μόνον τῷ ἔργῳ ἀλλὰ καὶ τῷ λόγῳ. ὄντα δὲ γνώριμον τῷ Ἀρχύτᾳ καὶ φιλοσοφίας οὐ παντελῶς ἀλλότριον

v.3.p.202
ἀπαντᾶν εἰς τὰ τεμένη καὶ συμπεριπατεῖν τοῖς περὶ τὸν Ἀρχύταν ἀκροώμενον τῶν λόγων. ἐμπεσούσης δέ ποτε ἀπορίας καὶ σκέψεως περί τε τῶν ἐπιθυμιῶν καὶ τὸ σύνολον περὶ τῶν σωματικῶν ἡδονῶν ἔφη ὁ Πολύαρχος· ‘ἐμοὶ μέν, ὦ ἄνδρες, πολλάκις ἤδη πέφηνεν ἐπισκοποῦντι κομιδῇ τὸ τῶν ἀρετῶν τούτων κατασκεύασμα καὶ πολὺ τῆς φύσεως ἀφεστηκὸς εἶναι. ἡ γὰρ φύσις ὅταν φθέγγηται τὴν ἑαυτῆς φωνήν, ἀκολουθεῖν κελεύει ταῖς ἡδοναῖς καὶ τοῦτό φησιν εἶναι νοῦν ἔχοντος· τὸ δὲ ἀντιτείνειν καὶ καταδουλοῦσθαι τὰς ἐπιθυμίας οὔτ’ ἔμφρονος οὔτε εὐτυχοῦς οὔτε ξυνιέντος εἶναι τίς ποτε ἐστὶν ἡ τῆς ἀνθρωπίνης φύσεως σύστασις. τεκμήριον δ’ ἰσχυρὸν εἶναι τὸ πάντας ἀνθρώπους, ὅταν ἐξουσίας ἐπιλάβωνται μέγεθος ἀξιόχρεων ἐχούσης, ἐπὶ τὰς σωματικὰς ἡδονὰς καταφέρεσθαι καὶ τοῦτο νομίζειν τέλος εἶναι τῆς ἐξουσίας, τὰ δὲ ἄλλα πάντα σχεδὸν ἁπλῶς εἰπεῖν ἐν παρέργου τίθεσθαι χώρᾳ. προφέρειν δ’ ἔξεστι νῦν μὲν τοὺς Περσῶν βασιλεῖς νῦν δὲ καὶ εἴ τίς που τυραννίδος ἀξιολόγου κύριος ὢν τυγχάνει· πρότερον δὲ τούς τε Λυδῶν καὶ τοὺς Μήδων καὶ ἔτι ἀνώτερον καὶ τοὺς Σύρων· οἷς οὐδὲν γένος ἡδονῆς ἀζήτητον γενέσθαι, ἀλλὰ καὶ δῶρα παρὰ τοῖς Πέρσαις προκεῖσθαι λέγεται τοῖς δυναμένοις ἐξευρίσκειν καινὴν ἡδονήν· καὶ μάλα ὀρθῶς. ταχὺ γὰρ ἡ ἀνθρωπίνη φύσις ἐμπίπλαται τῶν χρονιζουσῶν ἡδονῶν, κἂν ὦσιν σφόδρα διηκριβωμέναι· ὥστε ἐπεὶ μεγάλην ἔχει δύναμιν ἡ καινότης πρὸς τὸ μείζω φανῆναι τὴν ἡδονήν, οὐκ
v.3.p.203
ὀλιγωρητέον οὖν ἀλλὰ πολλὴν ἐπιμέλειαν αὐτῆς ποιητέον. διὰ ταύτην δὲ τὴν αἰτίαν πολλὰ μὲν ἐξευρεθῆναι βρωμάτων εἴδη, πολλὰ δὲ πεμμάτων, πολλὰ δὲ θυμιαμάτων καὶ μύρων, πολλὰ δὲ ἱματίων καὶ στρωμάτων, καὶ ποτηρίων δὲ καὶ τῶν ἄλλων σκευῶν· πάντα γὰρ δὴ ταῦτα συμβάλλεσθαί τινας ἡδονάς, ὅταν ᾖ ἡ ὑποκειμένη ὕλη τῶν θαυμαζομένων ὑπὸ τῆς ἀνθρωπίνης φύσεως· ὃ δὴ πεπονθέναι δοκεῖ ὅ τε χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν εὐοφθάλμων τε καὶ σπανίων, ὅσα καὶ κατὰ τὰς ἀπεργαζομένας τέχνας διηκριβωμένα φαίνεται.’

εἰπὼν δὲ τούτοις ἑξῆς τὰ περὶ τῆς θεραπείας τῆς τοῦ Περσῶν βασιλέως, οἵους καὶ ὅσους ἔχει θεραπευτῆρας, καὶ περὶ τῆς τῶν ἀφροδισίων αὐτοῦ χρήσεως καὶ τῆς περὶ τὸν χρῶτα αὐτοῦ ὀδμῆς καὶ τῆς εὐμορφίας καὶ τῆς ὁμιλίας καὶ περὶ τῶν θεωρημάτων καὶ τῶν ἀκροαμάτων, εὐδαιμονέστατον ἔφη κρῖναι τῶν νῦν τὸν τῶν Περσῶν βασιλέα· ‘πλεῖσται γάρ εἰσιν αὐτῷ καὶ τελειόταται παρεσκευασμέναι ἡδοναί. δεύτερον δέ, φησί, τὸν ἡμέτερον τύραννον θείη τις ἂν καίπερ πολὺ λειπόμενον. ἐκείνῳ μὲν γὰρ ἥ τε Ἀσία ὅλη χορηγεῖ ...., τὸ δὲ Διονυσίου χορηγεῖον παντελῶς ἂν εὐτελές τι φανείη πρὸς ἐκεῖνο συγκρινόμενον. ὅτι μὲν οὖν περιμάχητός ἐστιν ὁ τοιοῦτος βίος φανερὸν ἐκ τῶν συμβεβηκότων. Σύρους μὲν γὰρ Μῆδοι μετὰ τῶν μεγίστων κινδύνων ἀφείλοντο τὴν βασιλείαν οὐκ ἄλλου τινὸς ἕνεκα ἢ τοῦ κυριεῦσαι τῆς Σύρων ἐξουσίας, Μήδους δὲ Πέρσαι διὰ τὴν αὐτὴν αἰτίαν· αὕτη δ’ ἐστὶν ἡ τῶν

v.3.p.204
σωματικῶν ἡδονῶν ἀπόλαυσις. οἱ δὲ νομοθέται ὁμαλίζειν βουληθέντες τὸ τῶν ἀνθρώπων γένος καὶ μηδένα τῶν πολιτῶν τρυφᾶν ἀνακῦψαι πεποιήκασι τὸ τῶν ἀρετῶν εἶδος· καὶ ἔγραψαν νόμους περὶ συναλλαγμάτων καὶ τῶν ἄλλων καὶ ὅσα ἐδόκει πρὸς τὴν πολιτικὴν κοινωνίαν ἀναγκαῖα εἶναι καὶ δὴ καὶ περὶ ἐσθῆτος καὶ τῆς λοιπῆς διαίτης, ὅπως ᾖ ὁμαλής. πολεμούντων οὖν τῶν νομοθετῶν τῷ τῆς πλεονεξίας γένει πρῶτον μὲν ὁ περὶ τὴν δικαιοσύνην ἔπαινος ηὐξήθη, καί πού τις καὶ ποιητὴς ἐφθέγξατο (Eur. Melan. fr. 486 N)·
  1. δικαιοσύνας τὸ χρύσεον πρόσωπον.
καὶ πάλιν (Soph. fr. 11 N)·
  1. τὸ χρύσεον ὄμμα τὸ τᾶς Δίκας.
ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς Δίκης ὄνομα· ὥστε παρ᾽ ἐνίοις καὶ βωμοὺς καὶ θυσίας γίνεσθαι Δίκῃ. μετὰ ταύτην δὲ καὶ Σωφροσύνην καὶ Ἐγκράτειαν ἐπεισεκώμασαν καὶ πλεονεξίαν ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχήν· ὥστε τὸν πειθαρχοῦντα τοῖς νόμοις καὶ τῇ τῶν πολλῶν φήμῃ μετριάζειν περὶ τὰς σωματικὰς ἡδονάς.’

καὶ Δοῦρις δέ φησιν ἐν τῇ κγʹ τῶν Ἱστοριῶν (FHG II 477) ὡς ἦν τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία τῆς μέθης. διὸ ποιεῖν τὸν Ὅμηρον τῷ ΑΓΑΜΕΜΝΟΝΙ λοιδορούμενον τὸν Ἀχιλλέα καὶ λέγοντα· Il. 1.225

  1. οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων.
καὶ τὸν θάνατον δ’ ἀποσημαίνων τοῦ βασιλέως φησίν (Od. 11.418)·
v.3.p.205
  1. ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
  2. κείμεθα,
δεικνύων καὶ τὸν θάνατον αὐτοῦ παρ’ αὐταῖς ταῖς ἐπιθυμίαις τῆς μέθης γενόμενον.

φιλήδονος ἦν καὶ ΣΠΕΥΣΙΠΠΟΣ ὁ Πλάτωνος συγγενὴς καὶ διάδοχος τῆς σχολῆς. Διονύσιος γοῦν ὁ τῆς Σικελίας τύραννος ἐν τῇ πρὸς αὐτὸν Ἐπιστολῇ κατὰ τῆς φιληδονίας αὐτοῦ εἰπὼν καὶ φιλαργυρίαν αὐτῷ ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἔρωτα, ἥτις καὶ Πλάτωνος ἠκηκόει.

οὐ μόνος δ’ Ἀρίστιππος καὶ οἱ ἀπ’ αὐτοῦ τὴν κατὰ κίνησιν ἡδονὴν ἠσπάζοντο, ἀλλὰ καὶ ΕΠΙΚΟΥΡΟΣ καὶ οἱ ἀπὸ τούτου. καὶ ἵνα μὴ τοὺς καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἅπερ πολλάκις προφέρεται ὁ Ἐπίκουρος (fr. 413 Us), καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα, ἃ ἐν τῷ περὶ Τέλους εἴρηκεν, τούτων μνηθήσομαι. φησὶν γάρ (fr. 67)· ‘οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι’ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δι’ ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατ’ ὄψιν ἡδείας κινήσεις.’ καὶ Μητρόδωρος ἐν ταῖς Ἐπιστολαῖς φησιν (fr. 6 Duening)· ‘περὶ γαστέρα, ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν.’ καὶ ὁ Ἐπίκουρος δέ φησιν (fr. 409)· ‘ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή· καὶ τὰ σοφὰ καὶ τὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν

v.3.p.206
ἀναφοράν.’ κἀν τῷ περὶ Τέλους δὲ πάλιν φησίν (fr. 70)· ‘τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ· ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον,’ σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν τῆς ἡδονῆς καὶ θεραπαίνης τάξιν ἐπέχουσαν. κἀν ἄλλοις δέ φησιν (fr. 512)· ‘προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.’

καλῶς ἄρα ποιοῦντες Ῥωμαῖοι οἱ πάντα ἄριστοι Ἄλκιον καὶ Φιλίσκον τοὺς Ἐπικουρείους ἐξέβαλον τῆς πόλεως, Λευκίου τοῦ Ποστουμίου ὑπατεύοντος, δι’ ἃς εἰσηγοῦντο ἡδονάς. ὁμοίως δὲ καὶ Μεσσήνιοι κατὰ ψήφισμα ἐξέωσαν τοὺς Ἐπικουρείους, Ἀντίοχος δὲ ὁ βασιλεὺς καὶ πάντας τοὺς φιλοσόφους τῆς αὑτοῦ βασιλείας, γράψας τάδε· ‘βασιλεὺς Ἀντίοχος Φανίᾳ. ἐγράψαμεν ὑμῖν καὶ πρότερον ὅπως μηδεὶς ᾖ φιλόσοφος ἐν τῇ πόλει μηδ᾽ ἐν τῇ χώρᾳ. πυνθανόμεθα δὲ οὐκ ὀλίγους εἶναι καὶ τοὺς νέους λυμαίνεσθαι διὰ τὸ μηθὲν πεποιηκέναι ὑμᾶς ὧν ἐγράψαμεν περὶ τούτων. ὡς ἂν οὖν λάβῃς τὴν ἐπιστολήν, σύνταξον κήρυγμα ποιήσασθαι ὅπως οἱ μὲν φιλόσοφοι πάντες ἀπαλλάξονται ἐκ τῶν τόπων ἤδη, τῶν δὲ νεανίσκων ὅσοι ἂν ἁλίσκωνται πρὸς τούτοις γινόμενοι διότι κρεμήσονται, καὶ οἱ πατέρες αὐτῶν ἐν αἰτίαις ἔσονται ταῖς μεγίσταις· καὶ μὴ ἄλλως γένηται.’

τῆς δ’ ἡδονῆς πρὸ Ἐπικούρου εἰσηγητὴς ἐγένετο Σοφοκλῆς ὁ ποιητὴς ἐν Ἀντιγόνῃ τοιαῦτα εἰπών (1165)·

v.3.p.207
  1. τὰς γὰρ ἡδονὰς
  2. ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ
  3. ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν.
  4. πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα
  5. καὶ ζῆ τύραννον σχῆμ’ ἔχων· ἐὰν δ’ ἀπῇ
  6. τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς
  7. οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.

καὶ ΛΥΚΩΝ δὲ ὁ περιπατητικός, ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος (p. 84 Wil), κατ’ ἀρχὰς ἐπιδημήσας παιδείας ἕνεκα ταῖς Ἀθήναις περὶ συμβολικοῦ κώθωνος καὶ πόσον ἑκάστη τῶν ἑταιρουσῶν ἐπράττετο μίσθωμα ἀκριβῶς ἠπίστατο. ὕστερον δὲ καὶ τοῦ περιπάτου προστὰς ἐδείπνιζε τοὺς φίλους ἀλαζονείᾳ καὶ πολυτελείᾳ πολλῇ χρώμενος. χωρὶς γὰρ τῶν παραλαμβανομένων εἰς αὐτὰ ἀκροαμάτων καὶ ἀργυρωμάτων καὶ στρωμνῆς ἡ λοιπὴ παρασκευὴ καὶ ἡ τῶν δείπνων περιεργία καὶ ὁ τῶν τραπεζοποιῶν καὶ μαγείρων ὄχλος τοσοῦτος ἦν ὥστε πολλοὺς ὀρρωδεῖν καὶ βουλομένους προσιέναι πρὸς τὴν διατριβὴν ἀνακόπτεσθαι, καὶ καθάπερ εἰς πολίτευμα πονηρὸν καὶ χορηγιῶν καὶ λειτουργιῶν πλῆρες εὐλαβουμένους προσάγειν. ἔδει γὰρ ἄρξαι τε τὴν νομιζομένην ἐν τῷ περιπάτῳ ἀρχὴν (αὕτη δ’ ἦν ἐπὶ τῆς εὐκοσμίας τῶν ἐπιχειρούντων) τριάκονθ’ ἡμέρας, εἶτα τῇ ἕνῃ καὶ νέᾳ λαβόντα ἀφ’ ἑκάστου τῶν ἐπιχειρούντων ἐννέα ὀβολοὺς ὑποδέξασθαι μὴ μόνον αὐτοὺς τοὺς τὴν συμβολὴν εἰσενεγκόντας, ἀλλὰ καὶ οὓς παρακαλέσειεν ὁ Λύκων, ἔτι δὲ καὶ τοὺς ἐπιμελῶς

v.3.p.208
συναντῶντας τῶν πρεσβυτέρων εἰς τὴν σχολήν, ὥστε γίνεσθαι μηδὲ εἰς τὸν μυρισμὸν καὶ τοὺς στεφάνους ἱκανὸν τὸ ἐκλεγόμενον ἀργύριον· ἱεροποιῆσαί τε καὶ τῶν Μουσείων ἐπιμελητὴν γενέσθαι. ἃ δὴ πάντα ἐφαίνετο λόγου μὲν ἀλλότρια καὶ φιλοσοφίας εἶναι, τρυφῆς δὲ καὶ περιστάσεως οἰκειότερα. καὶ γὰρ εἰ παρίεντό τινες τῶν μὴ δυναμένων εἰς ταῦτα ἀναλίσκειν ἀπὸ βραχείας καὶ τῆς τυχούσης ὁρμώμενοι χορηγίας, ὅ γ’ ἐθισμὸς ἱκανῶς ἦν ἄτοπος. οὐ γὰρ ἵνα συρρυέντες ἐπὶ τὸ αὐτὸ τῆς ἕως ὄρθρου γενομένης τραπέζης ἀπολαύσωσιν ἢ χάριν ἐξοινίας ἐποιήσαντο τὰς συνόδους ταύτας οἱ περὶ Πλάτωνα καὶ Σπεύσιππον, ἀλλ᾽ ἵνα φαίνωνται καὶ τὸ θεῖον τιμῶντες καὶ μουσικῶς ἀλλήλοις συμπεριφερόμενοι, καὶ τὸ πλεῖστον ἕνεκεν ἀνέσεως καὶ φιλολογίας. ἃ δὴ πάντα γέγονεν δεύτερα παρὰ τοῖς ὕστερον τῶν τε χλανίδων καὶ τῆς πολυτελείας τῆς εἰρημένης· οὐ γὰρ ἔγωγε τοὺς λοιποὺς ὑπεξαιροῦμαι. ὁ δὲ Λύκων ὑπ’ ἀλαζονείας καὶ ἐν τῷ ἐπιφανεστάτῳ τῆς πόλεως τόπῳ ἐν τῇ Κόνωνος οἰκίᾳ εἶχεν εἰκοσίκλινον οἶκον, ὃς ἦν ἐπιτήδειος αὐτῷ πρὸς τὰς ὑποδοχάς. ἦν δὲ ὁ Λύκων καὶ σφαιριστὴς ἀγαθὸς καὶ ἐπιδέξιος.’

περὶ δὲ ΑΝΑΞΑΡΧΟΥ Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτῳ Βίων (FHG II 308) οὕτω γράφει· τῷ εὐδαιμονικῷ καλουμένῳ Ἀναξάρχῳ διὰ τὴν τῶν χορηγησάντων ἄγνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ᾠνοχόει παιδίσκη πρόσηβος ἡ προκριθεῖσα διαφέρειν ὥρᾳ τῶν

v.3.p.209
ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν. ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιρρέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπνέοι.’ διὸ πρεπόντως ἄν τις εἴποι τῷ σοφῷ τούτῳ φιλοσόφῳ τὰ ἐκ τοῦ Ἀναξίλα Λυροποιοῦ (II 268 K)·
  1. ξανθοῖς τε μύροις χρῶτα λιπαίνων,
  2. χλανίδας θ’ ἕλκων, βλαύτας σύρων,
  3. βολβοὺς τρώγων, τυροὺς κάπτων,
  4. ᾤ’ ἐκλάπτων, κήρυκας ἔχων,
  5. Χῖον πίνων, καὶ πρὸς τούτοις
  6. ἐν σκυταρίοις ῥαπτοῖσι φορῶν
  7. Ἐφεσήια γράμματα καλά.

πόσῳ γὰρ τούτων βελτίων Γοργίας ὁ Λεοντῖνος, περὶ οὗ φησιν ὁ αὐτὸς Κλέαρχος ἐν τῷ ὀγδόῳ τῶν Βίων (FHG II 308), ὅτι διὰ τὸ σωφρόνως ζῆν σχεδὸν ρʹ ἔτη τῷ φρονεῖν συνεβίωσεν. καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, ‘οὐδὲν πώποτε, εἶπεν, ἡδονῆς ἕνεκεν πράξας.’ Δημήτριος δὲ ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ Ποιημάτων ‘Γοργίας, φησίν, ὁ Λεοντῖνος ἐρωτηθεὶς τί αὐτῷ γέγονεν αἴτιον τοῦ βιῶσαι πλείω τῶν ρʹ ἐτῶν, ἔφη ‘τὸ μηθὲν πώποτε ἑτέρου ἕνεκεν πεποιηκέναι.’ Ὦχος δὲ πολλῷ χρόνῳ τὴν βασιλείαν καὶ τὴν λοιπὴν περὶ τὸν βίον χορηγίαν διαρκῆ κτησάμενος, ὡς τελευτῶντος ἠρώτησεν ὁ πρεσβύτατος

v.3.p.210
τῶν υἱῶν τί πράσσων τοσαῦτ᾽ ἔτη διαφυλάξειεν τὴν βασιλείαν, ἵνα καὶ αὐτὸς τοῦτο μιμοῖτο, ‘τὰ δίκαια πράττων, εἶπε, πρὸς ἅπαντας ἀνθρώπους καὶ θεούς.’ Καρύστιος δ’ ὁ Περγαμηνὸς ἐν Ἱστορικοῖς Ὑπομνήμασιν (FHG IV 357) ‘Κηφισόδωρος, φησίν, ὁ Θηβαῖος (FHG II 85) Πολύδωρον τὸν Τήιον ἰατρὸν Ἀντιπάρῳ συσσιτεῖν ψιλοτάπιδα ἔχοντι κρικωτὴν καθάπερ τοὺς στρωματεῖς εὐτελῆ, ἐφ’ ἧς κατακεῖσθαι, κάδους δὲ χαλκοῦς καὶ ποτήρια ὀλίγα· γεγονέναι γὰρ ὀλιγοδίαιτον καὶ τρυφῆς ἀλλότριον.’

ΤΙΘΩΝΟΝ δ’ ἀπὸ τῆς ἕω μέχρι δυσμῶν κοιμώμενον μόλις αἱ ἐπιθυμίαι πρὸς ἑσπέραν ἐπήγειρον· ὅθεν Ἠοῖ συγκοιμᾶσθαι λεχθεὶς διὰ τὸ ταῖς ἐπιθυμίαις ἐμπεπλέχθαι ..... ἐπὶ τῷ γήρᾳ καθεῖρκται, κρεμαστὸς ὢν πρὸς ἀλήθειαν ἐκ τούτων. καὶ ΜΕΛΑΝΘΙΟΣ δὲ τὸν αὑτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου. πολλοὶ δὲ καὶ ἄλλοι πᾶν τὸ σῶμα διεστράφησαν διὰ τὰς ἀκαίρους ἡδονάς, οἳ δὲ καὶ εἰς πάχος σώματος ἐπέδωκαν, ἄλλοι δὲ καὶ εἰς ἀναισθησίαν διὰ πολλὴν τρυφήν. Νύμφις γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ιβʹ περὶ Ἡρακλείας (FHG III 15) ‘ΔΙΟΝΥΣΙΟΣ, φησίν, ὁ Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας ὑπὸ τρυφῆς καὶ τῆς καθ’ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος

v.3.p.211
ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ. διὸ συνέταξαν οἱ ἰατροὶ κατασκευάσαι βελόνας λεπτὰς τῷ μήκει διαφερούσας, ἃς διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπωρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν· εἰ δὲ πρὸς τὸν καθαρὸν τόπον ἡ βελόνη διελθοῦσα ἔθιγεν, τότε διηγείρετο. τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος, ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτοι, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσιν. μνημονεύει δ’ αὐτοῦ Μένανδρος ἥκιστά γ’ ὢν λοίδορος ἐν τοῖς Ἁλιεῦσιν, τὸν μῦθον ὑποστησάμενος ὑπέρ τινων φυγάδων ἐξ Ἡρακλείας (fr. 21 K)·
  1. παχὺς γὰρ ὗς ἔκειτ’ ἐπὶ στόμα.
καὶ πάλιν (fr. 22)·
  1. ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον.
καὶ ἔτι (fr. 23)·
  1. ἴδιον ἐπιθυμῶν, μόνος μοι θάνατος οὗτος φαίνεται
  2. εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχὺν
  3. ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμ’ ἔχοντ’ ἄνω,
  4. ἐσθίοντα καὶ λέγοντα ‘σήπομ’ ὑπὸ τῆς ἡδονῆς.’
ἀπέθανεν δὲ βιώσας ἔτη πέντε πρὸς τοῖς πεντήκοντα, ὧν ἐτυράννησεν τρία καὶ τριάκοντα, ἁπάντων τῶν πρὸ αὐτοῦ τυράννων πρᾳότητι καὶ ἐπιεικείᾳ διενηνοχώς.’
v.3.p.212

τοιοῦτος ἐγεγόνει καὶ ΠΤΟΛΕΜΑΙΟΣ ὁ ἕβδομος Αἰγύπτου βασιλεύσας, ὁ αὑτὸν μὲν Εὐεργέτην ἀνακηρύττων, ὑπὸ δὲ Ἀλεξανδρέων Κακεργέτης ὀνομαζόμενος. Ποσειδώνιος γοῦν ὁ στωικός, συναποδημήσας Σκιπίωνι τῷ Ἀφρικανῷ κληθέντι εἰς Ἀλεξάνδρειαν καὶ θεασάμενος αὐτόν, γράφει ἐν ἑβδόμῃ τῶν Ἱστοριῶν οὕτως (FHG III 255)· ‘διὰ δὲ τρυφὴν διέφθαρτο τὸ σῶμα ὑπὸ παχύτητος καὶ γαστρὸς μεγέθους, ἣν δυσπερίληπτον εἶναι συνέβαινεν· ἐφ’ ἧς χιτωνίσκον ἐνδεδυκὼς ποδήρη μέχρι τῶν καρπῶν χειρῖδας ἔχοντα περιῄει· προῄει δὲ οὐδέποτε πεζός, εἰ μὴ διὰ Σκιπίωνα.’ ὅτι δὲ τρυφῆς οὐκ ἦν ἀλλότριος ὁ βασιλεὺς οὗτος, αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ ἐν τῷ ὀγδόῳ τῶν Ὑπομνημάτων διηγούμενος ὅπως τε ἱερεὺς ἐγένετο τοῦ ἐν Κυρήνῃ Ἀπόλλωνος καὶ ὅπως δεῖπνον παρεσκεύασε τοῖς πρὸ αὐτοῦ γενομένοις ἱερεῦσι, γράφων οὕτως (ib. 187)· Ἀρτεμίτια μεγίστη ἑορτὴ ἐν Κυρήνῃ ἑορτή, ἐν ᾗ ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος (ἐνιαύσιος δ’ ἐστι) δειπνίζει τοὺς πρὸ αὐτοῦ ἱερευσαμένους καὶ παρατίθησιν ἑκάστῳ τρυβλίον· τοῦτο δ᾽ ἐστὶ κεραμεοῦν ἄγγος ἐπιδεχόμενον ὡς εἴκοσι ἀρτάβας, ἐν ᾧ πολλὰ μὲν τῶν ἀγριμαίων ἔγκειται πεπονημένα, πολλὰ δ’ ἐστὶ καὶ τῶν ἡμέρων ὀρνίθων, ἔτι δὲ θαλαττίων ἰχθύων ταρίχου τε ξενικοῦ πλείονα γένη· πολλάκις δέ τινες καὶ κιθάριον ἀκολουθίσκον προσδιδόασιν. ἡμεῖς δὲ περιείλομεν τὰ τοιαῦτα· φιάλας δ’

v.3.p.213
ὁλαργύρους κατασκευάσαντες, τὸ τίμημα ἔχουσαν ἑκάστην ἧς προειρήκαμεν δαπάνης, ἵππον τε κατεσκευασμένον σὺν ἱπποκόμῳ καὶ φαλάροις διαχρύσοις ἐδώκαμεν καὶ παρεκαλέσαμεν ἕκαστον ἐπὶ αὐτοῦ καθεσθέντα οἴκαδ’ ἀπιέναι.’ εἰς πάχος δ’ ἐπεδεδώκει καὶ ὁ υἱὸς αὐτοῦ ΑΛΕΞΑΝΔΡΟΣ, ὁ τὴν ἑαυτοῦ μητέρα ἀποκτείνας συμβασιλεύουσαν αὐτῷ. φησὶ γοῦν περὶ αὐτοῦ Ποσειδώνιος ἐν τῇ ἑβδόμῃ καὶ τεσσαρακοστῇ τῶν Ἱστοριῶν οὕτως (ib. 265)· ‘ὁ δὲ τῆς Αἰγύπτου δυνάστης μισούμενος μὲν ὑπὸ τῶν ὄχλων, κολακευόμενος δ’ ὑπὸ τῶν περὶ αὐτόν, ἐν πολλῇ δὲ τρυφῇ ζῶν, οὐδὲ περιπατεῖν οἷός τε ἦν, εἰ μὴ δυσὶν ἐπαπερειδόμενος ἐπορεύετο. εἰς δὲ τὰς ἐν τοῖς συμποσίοις ὀρχήσεις ἀπὸ μετεώρων κλινῶν καθαλλόμενος ἀνυπόδητος συντονωτέρας αὐτὰς τῶν ἠσκηκότων ἐποιεῖτο.’

Ἀγαθαρχίδης δ’ ἐν τῇ ἑκκαιδεκάτῃ Εὐρωπιακῶν (FHG III 192) ΜΑΓΑΝ φησὶ τὸν Κυρήνης βασιλεύσαντα ἔτη πεντήκοντα ἀπολέμητον γενόμενον καὶ τρυφῶντα κατάσαρκον γενέσθαι ἐκτόπως τοῖς ὄγκοις κατὰ τὸν ἔσχατον καιρὸν καὶ ὑπὸ τοῦ πάχους ἀποπνιγῆναι δι’ ἀργίαν σώματος καὶ τῷ προσφέρεσθαι πλῆθος τροφῆς. παρὰ δὲ Λακεδαιμονίοις ὁ αὐτὸς ἱστορεῖ διὰ τῆς ἑβδόμης καὶ εἰκοστῆς (ib. 193) οὐ τῆς τυχούσης ἀδοξίας νομίζεσθαι, εἴ τις ἦν ἢ τὸ σχῆμα ἀνανδρότερον ἔχων ἢ τὸν ὄγκον τοῦ σώματος προπετῆ ἐφαίνετο, γυμνῶν κατὰ δέκα ἡμέρας παρισταμένων τοῖς ἐφόροις τῶν νέων. κἀφεώρων δ’ οἱ ἔφοροι καὶ καθ’ ἑκάστην

v.3.p.214
ἡμέραν καὶ τὰ περὶ τὴν ἔνδυσιν καὶ τὴν στρωμὴν τῶν νέων· εἰκότως. καὶ γὰρ ὀψοποιοὶ ἦσαν παρὰ Λακεδαιμονίοις κρέως σκευασίας, ἄλλου δ’ οὐδενός. κἀν τῇ δὲ ἑβδόμῃ καὶ εἰκοστῇ ὁ Ἀγαθαρχίδης ἔφη (ibid) ὡς Λακεδαιμόνιοι ΝΑΥΚΛΕΙΔΗΝ τὸν Πολυβιάδου παντελῶς ὑπερσαρκοῦντα τῷ σώματι καὶ παχὺν διὰ τρυφὴν γενόμενον καταβιβάσαντες εἰς μέσην τὴν ἐκκλησίαν καὶ Λυσάνδρου πολλὰ ὀνειδίσαντος ἐν τῷ κοινῷ ὡς τρυφῶντι παρ’ ὀλίγον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀπειλήσαντες τοῦτο ποιήσειν, εἰ μὴ τὸν βίον ἐπανορθώσοιτο· εἰπόντος τοῦ Λυσάνδρου ὅτι καὶ Ἀγησίλαος, ὅτε διέτριβεν περὶ τὸν Ἑλλήσποντον πολεμῶν τοῖς βαρβάροις, ὁρῶν τοὺς Ἀσιαγενεῖς ταῖς μὲν στολαῖς πολυτελῶς ἠσκημένους, τοῖς σώμασιν δ’ οὕτως ἀχρείους ὄντας, γυμνοὺς πάντας ἐκέλευσε τοὺς ἁλισκομένους ἐπὶ τὸν κήρυκα ἄγειν καὶ χωρὶς πωλεῖν τὸν τούτων ἱματισμόν, ὅπως οἱ σύμμαχοι γιγνώσκοντες διότι πρὸς μὲν ἆθλα μεγάλα, πρὸς δ’ ἄνδρας εὐτελεῖς ὁ ἀγὼν συνέστηκε, προθυμότερον ταῖς ψυχαῖς ὁρμῶσιν ἐπὶ τοὺς ἐναντίους. καὶ ΠΥΘΩΝ δ’ ὁ Βυζάντιος ῥήτωρ, ὡς Λέων ἱστορεῖ ὁ πολίτης αὐτοῦ (FHG II 329), πάνυ ἦν παχὺς τὸ σῶμα· καί Βυζαντίοις ποτε στασιάζουσι πρὸς ἀλλήλους τοῖς πολίταις παρακαλῶν εἰς φιλίαν ἔλεγεν· ‘ὁρᾶτέ με, ἄνδρες πολῖται, οἷός εἰμι τὸ σῶμα· ἀλλὰ καὶ γυναῖκα ἔχω πολλῷ ἐμοῦ παχυτέραν. ὅταν οὖν ὁμονοῶμεν, καὶ τὸ τυχὸν ἡμᾶς σκιμπόδιον δέχεται· ἐὰν δὲ στασιάσωμεν, οὐδὲ ἡ σύμπασα οἰκία.’

πόσῳ οὖν κάλλιόν ἐστιν, ἀγαθὲ Τιμόκρατες,

v.3.p.215
πενόμενον εἶναι λεπτότερον ὧν καταλέγει Ἕρμιππος ἐν Κέρκωψιν ἢ ὑπερπλουτοῦντας τῷ Ταναγραίῳ κήτει ἐοικέναι, καθάπερ οἱ προειρημένοι ἄνδρες. φησὶ δ’ οὕτως ὁ Ἕρμιππος πρὸς τὸν Διόνυσον τὸν λόγον ποιούμενος (I 233 K)·
  1. νῦν οἱ γὰρ πενόμενοι
  2. ἀνάπηρά σοι θύουσιν ἤδη βούδια,
  3. Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος.
καὶ Ἀριστοφάνης δ’ ἐν Γηρυτάδῃ λεπτοὺς τούσδε καταλέγει, οὓς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν φησιν εἰς Ἅιδου πέμπεσθαι πρὸς τοὺς ἐκεῖ ποιητὰς λέγων οὑτωσί (I 428 K)·
  1. καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας (Eur. Hec. 1)
  2. ἔτλη κατελθεῖν; Β. ἕνα γὰρ ἀφ’ ἑκάστης τέχνης
  3. εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας,
  4. οὓς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰ
  5. ἐκεῖσε φιλοχωροῦντας. Α. εἰσὶ γάρ τινες
  6. ἄνδρες παρ’ ὑμῖν ᾁδοφοῖται; Β. νὴ Δία
  7. μάλιστά γ᾽, ὥσπερ Θρᾳκοφοῖται. πάντ’ ἔχεις.
  8. Α. καὶ τίνες ἂν εἶεν; Β. πρῶτα μὲν Σαννυρίων
  9. ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν
  10. Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας.
εἶθ’ ἑξῆς φησιν·
v.3.p.216
  1. ὡς σφόδρ’ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ’ ἄρα·
  2. τούτους γάρ, ἢν πολλῷ ξυνέλθῃ, ξυλλαβὼν
  3. ὁ τῆς διαρροίας ποταμὸς οἰχήσεται.
περὶ δὲ τοῦ Σαννυρίωνος καὶ Στράττις ἐν Ψυχασταῖς φησιν (I 727 K)·
  1. Σαννυρίωνος σκυτίνην ἐπικουρίαν.
περὶ δὲ Μελήτου αὐτὸς ὁ Σαννυρίων ἐν Γέλωτι λέγει οὕτως (ib. 793)·
  1. Μέλητον τὸν ἀπὸ Ληναίου νεκρόν.

ἦν δ’ ὄντως λεπτότατος καὶ μακρότατος ὁ ΚΙΝΗΣΙΑΣ, εἰς ὃν καὶ ὅλον δρᾶμα γέγραφεν Στράττις (ib. 716), Φθιώτην Ἀχιλλέα αὐτὸν καλῶν διὰ τὸ ἐν τῇ αὑτοῦ ποιήσει συνεχῶς τὸ Φθιῶτα λέγειν· παίζων οὖν εἰς τὴν ἰδέαν αὐτοῦ ἔφη ‘Φθιῶτ’ Ἀχιλλεῦ ....’ ἄλλοι δ’ αὐτόν, ὡς καὶ Ἀριστοφάνης (Av. 1377), πολλάκις εἰρήκασι φιλύρινον Κινησίαν διὰ τὸ φιλύρας τοῦ ξύλου λαμβάνοντα σανίδα συμπεριζώννυσθαι, ἵνα μὴ κάμπτηται διά τε τὸ μῆκος καὶ τὴν ἰσχνότητα. ὅτι δὲ ἦν ὁ Κινησίας νοσώδης καὶ δεινὸς τἄλλα Λυσίας ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ Φανίου παρανόμων ἐπιγραφομένῳ λόγῳ εἴρηκεν, φάσκων αὐτὸν ἀφέμενον τῆς τέχνης συκοφαντεῖν καὶ ἀπὸ τούτου πλουτεῖν. ὅτι δὲ ὁ ποιητής ἐστι καὶ οὐχ ἕτερος, σαφῶς αὑτὸς ὢν σημαίνεται ἐκ τοῦ καὶ ἐπὶ ἀθεότητι κωμῳδούμενον ἐμφανίζεσθαι καὶ διὰ τοῦ λόγου τοιοῦτον δείκνυσθαι. λέγει δ’ οὕτως ὁ ῥήτωρ (fr. 143 Tur)· ‘θαυμάζω δὲ εἰ μὴ βαρέως φέρετε ὅτι

v.3.p.217
Κινησίας ἐστὶν ὁ τοῖς νόμοις βοηθός, ὃν ὑμεῖς πάντες ἐπίστασθε ἀσεβέστατον ἁπάντων καὶ παρανομώτατον ἀνθρώπων γεγονέναι. οὐχ οὗτός ἐστιν ὁ τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων, ἃ τοῖς μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκάλων δ᾽ ἀκούετε καθ᾽ ἕκαστον ἐνιαυτόν; οὐ μετὰ τούτου ποτὲ Ἀπολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο, μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ δὲ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις· οὐ μὴν ὡς τοῦτο διαπραξόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλ’ ὡς καταγελῶντες τῶν θεῶν καὶ τῶν νόμων τῶν ὑμετέρων. ἐκείνων μὲν οὖν ἕκαστος ἀπώλετο ὥσπερ εἰκὸς τοὺς τοιούτους. τοῦτον δὲ τὸν ὑπὸ πλείστων γιγνωσκόμενον οἱ θεοὶ οὕτως διέθεσαν ὥστε τοὺς ἐχθροὺς βούλεσθαι αὐτὸν ζῆν μᾶλλον ἢ τεθνάναι παράδειγμα τοῖς ἄλλοις, ἵν’ εἰδῶσιν ὅτι τοῖς λίαν ὑβριστικῶς πρὸς τὰ θεῖα διακειμένοις οὐκ εἰς τοὺς παῖδας ἀποτίθενται τὰς τιμωρίας, ἀλλ’ αὐτοὺς κακῶς ἀπολλύουσι, μείζους καὶ χαλεπωτέρας καὶ τὰς συμφορὰς καὶ τὰς νόσους αὐτοῖσ ἢ τοῖς ἄλλοις ἀνθρώποις προσβάλλοντες. τὸ μὲν γὰρ ἀποθανεῖν ἢ καμεῖν νομίμως κοινὸν ἡμῖν ἅπασίν ἐστι, τὸ δ’ οὕτως ἔχοντα τοσοῦτον χρόνον διατελεῖν καὶ καθ᾽ ἑκάστην ἡμέραν ἀποθνῄσκοντα μὴ δύνασθαι τελευτῆσαι τὸν βίον τούτοις μόνοις προσήκει τοῖς τὰ τοιαῦτα ἅπερ οὗτος ἐξημαρτηκόσιν.’ περὶ μὲν οὖν Κινησίου ταῦτα ὁ
v.3.p.218
ῥήτωρ εἴρηκεν.