Platonicae quaestiones
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
αἱ δὲ τῶν κεραυνῶν πτώσεις καὶ αὐταὶ ῥίψεσιν ἐοίκασιν· ἐκπηδᾷ γὰρ ὑπὸ πληγῆς ἐν τῷ νέφει γενομένης τὸ πυρῶδες εἰς τὸν ἀέρα· κἀκεῖνος ἀντιρραγεὶς ὑποχωρεῖ, καὶ πάλιν ἐς ταὐτὸ συμπίπτων ἄνωθεν ἐξωθεῖ κάτω παρὰ φύσιν ἀποβιαζόμενος τὸν κεραυνόν.
τὸ δʼ ἤλεκτρον οὐδὲν ἕλκει τῶν παρακειμένων ὥσπερ οὐδʼ ἡ σιδηρῖτις λίθος, οὐδὲ προσπηδᾷ τι τούτοις ἀφʼ αὑτοῦ τῶν πλησίον· ἀλλʼ ἡ μὲν λίθος
τινὰς ἀπορροὰς ἐξίησιν ἐμβριθεῖς καὶ πνευματώδεις, αἷς ὁ συνεχὴς ἀναστελλόμενος ἀὴρ ὠθεῖ τὸν πρὸ αὑτοῦ· κἀκεῖνος ἐν κύκλῳ περιιὼν καὶ ὑπονοστῶν αὖθις ἐπὶ τὴν κενουμένην χώραν ἀποβιάζεται καὶ συνεφέλκεται τὸν σίδηρον. τὸ δʼ ἤλεκτρον ἔχει μέν τι φλογοειδὲς ἢ πνευματικόν, ἐκβάλλει δὲ τοῦτο τῇ τρίψει τῆς ἐπιφανείας, τῶν πόρων ἀναστομωθέντων· τὸ δὲ ταὐτὸ μὲν ἐκπεσὸν ποιεῖ τῷ τῆς σιδηρίτιδος, ἐφέλκεται δὲ τῶν πλησίον τὰ κουφότατα καὶ ξηρότατα διὰ λεπτότητα καὶ ἀσθένειαν οὐ γάρ ἐστιν ἰσχυρὸν οὐδʼ ἔχει βάρος οὐδὲ ῥύμην πλῆθος ἀέρος ἐξῶσαι δυναμένην, ᾧ τῶν μειζόνων, ὥσπερ ἡ σιδηρῖτις, ἐπικρατήσει. πῶς οὖν οὔτε λίθον οὔτε ξύλον ὁ ἀὴρ ἀλλὰ μόνον τὸν σίδηρον ὠθεῖ καὶ προστέλλει πρὸς τὴν λίθον; αὕτη δʼ ἐστὶ μὲν ἀπορία κοινὴ πρός τε τοὺς ὁλκῇ τῆς λίθου καὶ τοὺς φορᾷ τοῦ σιδήρου τὴν σύμπηξιν οἰομένους γίγνεσθαι τῶν σωμάτων εἰλυσπᾶν δʼ οὕτως ὑπὸ τοῦ Πλάτωνος. ὁ σίδηρος οὔτʼ ἄγαν ἀραιὸς ἐστιν ὡς ξύλον οὔτʼ ἄγαν πυκνὸς ὡς χρυσὸς ἢ λίθος, ἀλλʼ ἔχει πόρους καὶ οἴμους καὶ τραχύτητας διὰ τὰς ἀνωμαλίας τῷ ἀέρι συμμέτρους, ὥστε μὴ ἀπολισθάνειν ἀλλʼ ἕδραις τισὶν ἐνισχόμενον καὶ ἀντερείσεσι περιπλοκὴν σύμμετρον ἐχούσαις, ὡς ἂν ἐμπέσῃ πρὸς τὴν λίθον φερόμενος, ἀποβιάζεσθαι καὶ προωθεῖν τὸν σίδηρον. τούτων μὲν οὖν τοιοῦτός τις ἂν εἴη λόγος.