Platonicae quaestiones
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
τάς γε μὴν προθέσεις ἔστιν ἐπικράνοις καὶ βάσεσι καὶ ὑποθέμασιν, ὡς οὐ λόγους ἀλλὰ περὶ τοὺς λόγους μᾶλλον οὔσας, ὁμοιοῦν. ὅρα δὲ μὴ κόμμασι καὶ θραύσμασιν ὀνομάτων ἐοίκασιν, ὥσπερ γραμμάτων σπαράγμασι καὶ κεραίαις οἱ σπεύδοντες γράφουσι· τὸ γάρ ἐμβῆναι καὶ ἐκβῆναι συγκοπὴ προφανής ἐστι τοῦ ἐντὸς βῆναι καὶ τοῦ ἐκτὸς βῆναι , καὶ τὸ προγενέσθαι τοῦ πρότερον γενέσθαι , καὶ τὸ καθίζειν τοῦ κάτω ἵζειν · ὥσπερ ἀμέλει τὸ λίθους βάλλειν καὶ τοίχους ὀρύσσειν
λιθοβολεῖν καὶ τοιχωρυχεῖν ἐπιταχύνοντες καὶ σφίγγοντες τὴν φράσιν λέγουσι.διὸ χρείαν μέν τινα τῷ λόγῳ παρέχεται τούτων ἕκαστον, μέρος δὲ λόγου καὶ στοιχεῖον οὐδέν ἐστι, πλὴν ὥσπερ εἴρηται τὸ ῥῆμα καὶ τοὔνομα, ποιοῦντα τὴν πρώτην τὸ τʼ ἀληθὲς καὶ τὸ ψεῦδος δεχομένην σύνθεσιν, ἣν οἱ μὲν πρότασιν οἱ δʼ ἀξίωμα, Πλάτων δὲ λόγον προσηγόρευκεν.