Platonicae quaestiones
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
καὶ μὴν οὔτε ζῷον οὔτʼ ὄργανον οὔθʼ ὅπλον οὔτʼ ἄλλο τῶν ὄντων οὐδὲν οἰκείου μέρους ἀφαιρέσει καὶ στερήσει πέφυκε γίγνεσθαι κάλλιον οὐδʼ ἐνεργέστερον οὐδʼ ἣδιον· λόγος δέ, συνδέσμων ἐξαιρεθέντων, πολλάκις ἐμπαθεστέραν καὶ κινητικωτέραν ἔχει δύναμιν ὡς ὁ τοιοῦτος
καὶ τὰ τοῦ Δημοσθένους ταυτὶ πολλὰ γὰρ ἂν ποιήσειεν ὁ τύπτων, ὧν ὁ παθὼν ἔνιʼ οὐδʼ ἂν ἀπαγγεῖλαι δύναιθʼ ἑτέρῳ· τῷ σχήματι τῷ βλέμματι τῇ φωνῇ· ὅταν ὑβρίζων, ὅταν ἐχθρὸς ὑπάρχων, ὅταν κονδύλοις, ὅταν ἐπὶ κόρρης· ταῦτα κινεῖ, ταῦτʼ ἐξίστησιν αὑτῶν ἀνθρώπους ἀήθεις τοῦ προπηλακίζεσθαι καὶ πάλιν ἀλλʼ οὐ Μειδίας· ἀλλʼ ἀπὸ ταύτης τῆς ἡμέρας λέγει, λοιδορεῖται, βοᾷ· χειροτονεῖται τίς; Μειδίας· Ἀναγυράσιος προβέβληται· Πλουτάρχου προξενεῖ, τἀπόρρητʼ οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. διὸ καὶ σφόδρα τὸ ἀσύνδετον σχῆμα παρὰ τοῖς τέχνας γράφουσιν εὐδοκιμεῖ τοὺς δʼ ἄγαν νομίμους ἐκείνους καὶ μηδένα σύνδεσμον ἐκ τῆς συνηθείας ἀφιέντας ὡς ἀργὴν καὶ ἀπαθῆ καὶ κοπώδη τῷ ἀμεταβλήτῳ τὴν φράσιν ποιοῦντας αἰτιῶνται. τὸ δὲ τοὺς διαλεκτικοὺς μάλιστα συνδέσμων δεῖσθαι πρὸς τὰς τῶν ἀξιωμάτων συναφὰς καὶ συμπλοκὰς καὶ διαζεύξεις, ὥσπερ ἡνιόχους ζυγῶν, καὶ τὸν ἐν Κύκλωπος Ὀδυσσέα λύγων πρὸς τῶν προβάτων --- οὐ μέρος λόγου τὸν σύνδεσμον ἀλλʼ ὄργανόν τι συνδετικὸν ἀποφαίνει, καθάπερ ὠνόμασται, καὶ συνεκτικὸν οὐ πάντων ἀλλὰ τῶν οὐχ ἁπλῶς λεγομένων· εἰ μὴ καὶ τοῦ φορτίου τὸν ἱμάντα καὶ τοῦ βιβλίου τὴν κόλλαν ἀξιοῦσι μέρος εἶναι, καὶ τὰς διανομὰς τοῦ πολιτεύματος, ὡς ἔλεγε Δημάδης, κόλλαν ὀνομάζων τὰ θεωρικὰ τῆς δημοκρατίας ποῖος δὲ σύνδεσμος οὕτως ἓν ἐκ πολλῶν ἀξίωμα ποιεῖ συμπλέκων καὶ συνάπτων, ὡς ἡ μάρμαρος τὸν συλλιπαινόμενον διὰ τοῦ πυρὸς σίδηρον; ἀλλʼ οὐκ ἔστιν οὐδὲ λέγεται τοῦ σιδήρου μέρος· καίτοι ταῦτά γε τοῖς κεραννυμένοις ἐνδυόμενα καὶ συντηκόμενα ποιεῖ τι καὶ πάσχει κοινὸν ἐκ πλειόνων. τοὺς δὲ συνδέσμους εἰσὶν οἱ μὴ νομίζοντες ἕν τι ποιεῖν, ἀλλʼ ἐξαρίθμησιν εἶναι τὴν διάλεκτον, ὥσπερ ἀρχόντων ἐφεξῆς ἢ ἡμερῶν καταλεγομένων.
- ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
- ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
καὶ μὴν τῶν γε λοιπῶν ἡ μὲν ἀντωνυμία περιφανῶς γένος ὀνόματός ἐστιν, οὐχ πτώσεων μετέχει μόνον, ἀλλὰ καὶ τῷ κυριωτάτην ἅμα τῇ φάσει ποιεῖν δεῖξιν ἐνίας ἐπὶ τῶν ὡρισμένων ἐκφερομένας· καὶ οὐκ οἶδʼ ὅτι μᾶλλον ὁ Σωκράτην φθεγξάμενος ἢ ὁ τοῦτον εἰπὼν ὀνομαστὶ πρόσωπον δεδήλωκεν.
ἡ δὲ καλουμένη μετοχή, μῖγμα ῥήματος οὖσα καὶ ὀνόματος, καθʼ ἑαυτὴν μὲν οὐκ ἔστιν, ὥσπερ οὐδὲ τὰ κοινὰ θηλυκῶν καὶ ἀρρενικῶν ὀνόματα, συντάττεται δʼ ἐκείνοις, ἐφαπτομένη τοῖς μὲν χρόνοις τῶν ῥημάτων ταῖς δὲ πτώσεσι τῶν ὀνομάτων. οἱ δὲ διαλεκτικοὶ τὰ τοιαῦτα καλοῦσιν ἀνακλάστους, οἷον ὁ φρονῶν ἀπὸ τοῦ φρονίμου καὶ ὁ σωφρονῶν ἀπὸ τοῦ σώφρονος ἐστιν, ὡς ὀνομάτων καὶ προσηγοριῶν δύναμιν ἔχοντα.
τάς γε μὴν προθέσεις ἔστιν ἐπικράνοις καὶ βάσεσι καὶ ὑποθέμασιν, ὡς οὐ λόγους ἀλλὰ περὶ τοὺς λόγους μᾶλλον οὔσας, ὁμοιοῦν. ὅρα δὲ μὴ κόμμασι καὶ θραύσμασιν ὀνομάτων ἐοίκασιν, ὥσπερ γραμμάτων σπαράγμασι καὶ κεραίαις οἱ σπεύδοντες γράφουσι· τὸ γάρ ἐμβῆναι καὶ ἐκβῆναι συγκοπὴ προφανής ἐστι τοῦ ἐντὸς βῆναι καὶ τοῦ ἐκτὸς βῆναι , καὶ τὸ προγενέσθαι τοῦ πρότερον γενέσθαι , καὶ τὸ καθίζειν τοῦ κάτω ἵζειν · ὥσπερ ἀμέλει τὸ λίθους βάλλειν καὶ τοίχους ὀρύσσειν
λιθοβολεῖν καὶ τοιχωρυχεῖν ἐπιταχύνοντες καὶ σφίγγοντες τὴν φράσιν λέγουσι.διὸ χρείαν μέν τινα τῷ λόγῳ παρέχεται τούτων ἕκαστον, μέρος δὲ λόγου καὶ στοιχεῖον οὐδέν ἐστι, πλὴν ὥσπερ εἴρηται τὸ ῥῆμα καὶ τοὔνομα, ποιοῦντα τὴν πρώτην τὸ τʼ ἀληθὲς καὶ τὸ ψεῦδος δεχομένην σύνθεσιν, ἣν οἱ μὲν πρότασιν οἱ δʼ ἀξίωμα, Πλάτων δὲ λόγον προσηγόρευκεν.