De Heroditi malignate
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
οὐ μὴν ἀλλὰ τοῦτʼ ἐάσαντες, ἴδωμεν τὰ μετὰ τὴν μάχην· τῇσι δὲ λοιπῇσι φησὶν οἱ βάρβαροι ἐξανακρουσάμενοι καὶ ἀναλαβόντες ἐκ τῆς νήσου, ἐν τῇ ἔλιπον τὰ ἐξ Ἐρετρίης ἀνδράποδα; περιέπλεον Σούνιον, βουλόμενοι φθῆναι τοὺς Ἀθηναίους
ἀφικόμενοι εἰς τὸ ἂστυ· αἰτίην δʼ ἔσχε Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα ἐπινοηθῆναι· τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσι ἀναδεῖξαι ἀσπίδα ἐοῦσι ἤδη ἐν τῇσι νηυσὶ · οὗτοι μὲν δὴ περιέπλεον Σούνιον ἐνταῦθα τὸ μὲν τοὺς Ἐρετριέας ἀνδράποδα προσειπεῖν, οὔτε τόλμαν Ἑλλήνων οὐδενὸς οὔτε φιλοτιμίαν ἐνδεεστέραν παρασχομένους καὶ παθόντας ἀνάξια τῆς ἀρετῆς, ἀφείσθω διαβεβλημένων δὲ τῶν Ἀλκμεωνιδῶν, ἐν οἷς οἱ μέγιστοὶ τε τῶν οἴκων καὶ δοκιμώτατοι τῶν ἀνδρῶν ἦσαν, ἐλάττων λόγος· ἀνατέτραπται δὲ τῆς νίκης τὸ μέγεθος καὶ τὸ τέλος εἰς οὐδὲν ἥκει τοῦ περιβοήτου κατορθώματος, οὐδʼ ἀγών τις ἔοικεν οὐδʼ ἔργον γεγονέναι τοσοῦτον, ἀλλὰ πρόσκρουμα βραχὺ τοῖς βαρβάροις ἀποβᾶσιν, ὥσπερ οἱ διασύροντες καὶ βασκαίνοντες λέγουσιν, εἰ μετὰ τὴν μάχην οὐ φεύγουσι κόψαντες τὰ πείσματα τῶν νεῶν, τῷ φέροντι προσωτάτω τῆς Ἀττικῆς ἀνέμῳ παραδόντες αὑτοὺς · ἀλλʼ αἴρεται μὲν ἀσπὶς αὐτοῖς προδοσίας σημεῖον, ἐπιπλέουσι δὲ ταῖς Ἀθήναις ἐλπίζοντες αἱρήσειν καὶ καθʼ ἡσυχίαν Σούνιον κάμψαντες ὑπεραιωροῦνται Φαλήρων, οἱ δὲ πρῶτοι καὶ δοκιμώτατοι τῶν ἀνδρῶν προδιδόασιν ἀπεγνωκότες τὴν πόλιν· καὶ γὰρ ἀπολύων ὕστερον Ἀλκμεωνίδας ἑτέροις τὴν προδοσίαν ἀνατίθησιν ἀνεδείχθη μὲν γὰρ ἀσπίς, καὶ τοῦτο οὐκ ἔστιν ἄλλως εἰπεῖν φησὶν αὐτὸς ἰδών. τοῦτο δʼ ἀμήχανον μὲν· ἦν γενέσθαι, νενικηκότων κατὰ κράτος τος τῶν Ἀθηναίων · γενόμενον δʼ οὐκ ἂν ὑπὸ τῶν βαρβάρων συνώφθη, φυγῇ καὶ πόνῳ, πολλῷ καὶ τραύμασι καὶ βέλεσιν εἰς τὰς ναῦς ἐλαυνομένων καὶ ἀπολιπόντων τὸ χωρίον, ὡς ἕκαστος τάχους εἶχεν. ἀλλʼ ὅταν γε πάλιν ὑπὲρ τῶν Ἀλκμεωνιδῶν ἀπολογεῖσθαι προσποιούμενος, ἃ πρῶτος ἀνθρώπων ἐπενήνοχεν ἐγκλήματα, εἴπῃ θῶμα δέ μοι καὶ οὐκ ἐνδέχομαι τὸν λόγον, Ἀλκμεωνίδας ἄν ποτε ἀναδεῖξαι Πέρσῃσι ἐκ συνθήματος ἀσπίδα, βουλομένους γε εἶναι Ἀθηναίους ὑπὸ Ἱππίῃ· κόμματός τινος ἀναμιμνήσκομαι παροιμιακοῦμένε, καρκίνε, καί σε μεθήσω·τί γὰρ ἐσπούδακας καταλαβεῖν, εἰ καταλαβὼν μεθιέναι μέλλεις; καὶ σὺ κατηγορεῖς, εἶτʼ ἀπολογῇ · καὶ γράφεις κατʼ ἐπιφανῶν ἀνδρῶν διαβολάς, ἃς πάλιν ἀναιρεῖς, ἀπιστῶν δὲ σεαυτῷ δηλονότι· σεαυτοῦ γὰρ ἀκήκοας λέγοντος Ἀλκμεωνίδας ἀνασχεῖν ἀσπίδα νενικημένοις καὶ φεύγουσι τοῖς βαρβάροις καὶ μὴν ἐν οἷς περὶ Ἀλκμεωνιδῶν ἀπολογῇ σεαυτὸν ἀποφαίνεις συκοφάντην εἰ γάρ μᾶλλον ἢ ὁμοίως Καλλίῃ τῷ Φαινίππου, Ἱππονίκου δὲ πατρὶ, φαίνονται μισοτύραννοι ἐόντες ὡς ἐνταῦθα γράφεις Ἀλκμεωνίδαι, ποῦ θήσεις αὐτῶν ἐκείνην τὴν συνωμοσίαν, ἣν ἐν τοῖς πρώτοις γέγραφας; ὡς ἐπιγαμίαν ποιησόμενοι Πεισιστράτῳ κατήγαγον αὐτὸν ἀπὸ τῆς φυγῆς ἐπὶ τὴν· τυραννίδα καὶ οὐκ ἂν ἐξήλασαν αὖθις, ἕως διεβλήθη παρανόμως τῇ γυναικὶ μιγνύμενος. ταῦτα μὲν οὖν τοιαύτας ἔχει ταραχάς· --- τῆς Ἀλκμεωνιδῶν διαβολῆς καὶ ὑπονοίας τοῖς Καλλίου τοῦ Φαινίππου χρησάμενος ἐπαίνοις καὶ προσάψας αὐτῷ τὸν υἱὸν Ἱππόνικον, ὃς ἦν καθʼ Ἡρόδοτον ἐν τοῖς πλουσιωτάτοις Ἀθηναίων, ὡμολόγησεν, ὅτι μηδὲν τῶν πραγμάτων δεομένων,. ἀλλὰ θεραπείᾳ καὶ χάριτι τοῦ Ἱππονίκου τὸν Καλλίαν παρενέβαλεν.